DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 11

Paragraph
48

Σωσικράτης Φιλαδέλφοις· λεπτὴ δὲ κυρτοῖς ἐγγελῶσα κύμασιν αὔρα, κόρη Σκείρωνος, ἡσύχῳ ποδὶ προσῆγε πρᾴως καὶ καλῶς τὸν κάνθαρον. Φρύνιχος Κωμασταῖς· εἶτα κεραμεύων ἂν οἴκοι σωφρόνως Χαιρέστρατος ἑκατὸν ἂν τῆς ἡμέρας ἔκλαιεν οἴνου κανθάρους. Νικόστρατος Διαβόλῳ· ναῦς δὲ πότερον εἰκόσορός ἐστʼ κύκνος κάνθαρος; τουτὶ γὰρ ἂν πύθωμʼ ἔτι, αὐτὸς περανῶ τὰ πάντʼ. Β. ἀμέλει κυκνοκάνθαρος· ἐξ ἀμφοτέρων τούτων κεκεραμευμένος Μένανδρος δὲ Ναυκλήρῳ· ἥκει λιπὼν Αἰγαῖον ἁλμυρὸν βάθος Θεόφιλος ἡμῖν, Στράτων. ὡς ἐς καλὸν τὸν υἱὸν εὐτυχοῦντα καὶ σεσωσμένον πρῶτος λέγω σοι τόν τε χρυσοῦν κάνθαρον. ΣΤΡ. ποῖον; τὸ πλοῖον; Α. οὐδὲν οἶσθας, ἄθλιε. καὶ μετʼ ὀλίγα· ΣΤΡ. τὴν ναῦν σεσῶσθαί μοι λέγεις; Α. ἔγωγε μὴν κείνην ναῦν Καλλικλῆς ἐποίησε τὸν καλούμενον, Εὐφράνωρ δʼ ἐκυβέρνα Θούριος. Πολέμων δʼ ἐν τοῖς πρὸς Ἀντίγονον περὶ Ζωγράφων φησίν· Ἀθήνησιν ἐν τῷ τοῦ Πειρίθου γάμῳ πεποίηκεν Ἵππυς τὴν μὲν οἰνοχόην καὶ τὸ κύπελλον λίθινα, χρυσῷ τὰ χείλη περιτεραμνίσας, τὰς δὲ κλισίας ἐλατίνας χαμᾶζε ποικίλοις στρώμασι κεκοσμημένας, ἐκπώματα δὲ κεραμέους κανθάρους, καὶ τὸν λύχνον ὁμοίως τὸν ἐκ τῆς ὀροφῆς ἐξηρτημένον, ἀνακεχυμένας ἔχοντα τὰς φλόγας. ὅτι δὲ καὶ ἀπὸ Κανθάρου κεραμέως ὠνομάσθη τὸ ἔκπωμα Φιλέταιρός φησιν ἐν Ἀχιλλεῖ· Πηλεύς· Πηλεὺς δʼ ἐστὶν ὄνομα κεραμέως, ξηροῦ λυχνοποιοῦ, Κανθάρου, πενιχροῦ πάνυ, ἀλλʼ οὐ τυράννου, νὴ Δίʼ. ὅτι δὲ καὶ γυναικεῖον κοσμάριόν ἐστιν κάνθαρος Ἀντιφάνης εἴρηκεν ἐν Βοιωτίᾳ
Kaibel Dialogi Personae
PLVTARCHVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License