DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 11

Paragraph
47

ΚΑΝΘΑΡΟΣ. ὅτι μὲν πλοίου ὄνομα κοινόν, ὅτι δὲ καὶ ποτήριόν τι οὕτω καλεῖται Ἀμειψίας ἐν Ἀποκοτταβίζουσί φησι· Μανία, φέρʼ ὀξύβαφα καὶ κανθάρους. Ἄλεξις δʼ ἐν Κρατείᾳ δὲ λόγος περί τινος ἐν καπηλείῳ πίνοντος εἶθʼ ὁρῶ τὸν Ἑρμαίσκον τῶν ἁδρῶν τούτων τινὰ κάνθαρον καταστρέφοντα, πλησίον δὲ κείμενον στρωματέα τε καὶ γύλιον αὐτοῦ. Εὔβουλος δʼ ἐν Παμφίλῳ πολλάκις μεμνημένος τοῦ ὀνόματός φησιν· ἐγὼ δὲ (καὶ γὰρ ἔτυχεν ὂν καταντικρὺ τῆς οἰκίας καινὸν καπηλεῖον μέγα) ἐνταῦθʼ ἐπετήρουν τὴν τροφὸν τῆς παρθένου, κεράσαι κελεύσας τὸν κάπηλόν μοι χόα ὀβολοῦ παραθεῖναί θʼ ὡς μέγιστον κάνθαρον. καὶ πάλιν· δὲ κάνθαρος πάλαι δὴ καινὸς ὡς ξηραίνεται. καὶ ἔτι· ἅμα δὲ λαβοῦσʼ ἠφάνικε πηλίκον τινὰ οἴεσθε μέγεθος ἀρεσιαν μέγαν πάνυ, καὶ ξηρὸν ἐπόησʼ εὐθέως τὸν κάνθαρον. Ξέναρχος δʼ ἐν Πριάπῳ φησὶ τάδε· σὺ δὲ μηκέτʼ ἔγχει, παιδάριον, εἰς ἀργυροῦν, εἰς τὸ βαθὺ δʼ ἐπανάγωμεν· εἰς τὸν κάνθαρον, παιδάριον, ἔγχει, νὴ Δίʼ εἰς τὸν κάνθαρον. Ἐπιγένης Ἡρωίνῃ· ἀλλʼ οὐδὲ κεραμεύουσι νῦν τοὺς κανθάρους, τάλαν, ἐκείνους τοὺς ἁδρούς, ταπεινὰ δὲ καὶ γλαφυρὰ πάντες .... ὡσπερεὶ αὐτὰ τὰ ποτήριʼ, οὐ τὸν οἶνον πιόμενοι.
Kaibel Dialogi Personae
PLVTARCHVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License