DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 11

Paragraph
45

ΚΑΔΟΣ. Σιμμίας ποτήριον, παρατιθέμενος Ἀνακρέοντος· ἠρίστησα μὲν ἰτρίου λεπτοῦ μικρὸν ἀποκλάς, οἴνου δʼ ἐξέπιον κάδον. Ἐπιγένης δʼ ἐν Μνηματίῳ φησίν· κρατῆρες, κάδοι, ὁλκεῖα, κρουνεῖʼ. Β. ἔστι γὰρ κρουνεῖα; Α. ναί· λουτήριʼ— ἀλλὰ τί καθʼ ἕκαστον δεῖ λέγειν; ὄψει γὰρ αὐτός. Β. βασιλέως υἱὸν λέγεις Καρῶν ἀφῖχθαι δηλαδὴ Πιξώδαρον. Ἡδύλος Ἐπιγράμμασι· πίνωμεν· καὶ γάρ τι νέον, καὶ γάρ τι παρʼ οἶνον εὕροιμʼ ἂν λεπτὸν καί τι μελιχρὸν ἔπος. ἀλλὰ κάδοις Χίου με κατάβρεχε καὶ λέγε παῖζε, Ἡδύλε. μισῶ ζῆν ἐς κενόν, οὐ μεθύων. καὶ ἐν ἄλλῳ· ἐξ ἠοῦς εἰς νύκτα καὶ ἐκ νυκτὸς πάλι Σωκλῆς εἰς ἠοῦν πίνει τετραχόοισι κάδοις, εἶτʼ ἐξαίφνης που τυχὸν οἴχεται. ἀλλὰ παρʼ οἶνον Σικελίδου παίζει πουλὺ μελιχρότερον, ἐστὶ δὲ δή, πολὺ δὴ στιβαρώτερος. ὡς δʼ ἐπιλάμπει χάρις, ὥστε φίλει καὶ γράφε καὶ μέθυε. Κλείταρχος δʼ ἐν ταῖς Γλώσσαις τὸ κεράμιόν φησιν Ἴωνας κάδον καλεῖν. Ἡρόδοτος δʼ ἐν τῇ τρίτῃ φοινικηίου, φησίν, οἴνου κάδον.
Kaibel Dialogi Personae
PLVTARCHVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License