DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 11

Paragraph
44

Ἀπολλόδωρος δʼ Γελῷος ἐν Φιλαδέλφοις Ἀποκαρτεροῦντί φησιν· ἐφεξῆς στρώματʼ, ἀργυρώματα, θηρίκλειοι καὶ τορευτὰ πολυτελῆ ποτήρια ἕτερα. Ἀριστοφῶν δʼ ἐν Φιλωνίδῃ· τοιγαροῦν ἐμοὶ μὲν ἀρτίως δεσπότης διʼ ἀρετὴν τῶν θηρικλείων εὐκύκλωτον ἀσπίδα, ὑπεραφρίζουσαν, τρυφῶσαν, ἴσον ἴσῳ κεκραμένην, προσφέρων ἔδωκεν· οἶμαι, χρηστότητος οὕνεκα. εἶτʼ ἐλευθέραν ἀφῆκε βαπτίσας ἐρρωμένως. Θεόφιλος δʼ ἐν Βοιωτίᾳ· τετρακότυλον δὲ κύλικα κεραμέαν τινὰ τῶν θηρικλείων, πῶς δοκεῖς, κεραννύει καλῶς, ἀφρῷ ζέουσαν. οὐδʼ ἂν Αὐτοκλῆς οὕτως μὰ τὴν Γῆν εὐρύθμως τῇ δεξιᾷ ἄρας ἐνώμα. ἐν δὲ Προιτίσι· καὶ κύλικα .... θηρίκλειον εἰσφέρει πλέον κοτύλας χωροῦσαν ἕπτʼ Ἀγαθῆς Τύχης. ΙΣΘΜΙΟΝ. Πάμφιλος ἐν τοῖς περὶ Ὀνομάτων Κυπρίους τὸ ποτήριον οὕτως καλεῖν.
Kaibel Dialogi Personae
PLVTARCHVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License