DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 11

Paragraph
43

Τίμαιος δʼ ἐν τῇ ὀγδόῃ καὶ εἰκοστῇ τῶν Ἱστοριῶν θηρικλείαν καλεῖ τὴν κύλικα γράφων οὕτως· Πολύξενός τις τῶν ἐκ Ταυρομενίου μεθεστηκότων ταχθεὶς ἐπὶ τὴν πρεσβείαν ἕτερά τε δῶρα παρὰ τοῦ Νικοδήμου καὶ κύλικα θηρικλείαν λαβὼν ἐπανῆκεν. Ἀδαῖος δʼ ἐν τοῖς περὶ Διαθέσεως τὸ αὐτὸ ὑπολαμβάνει θηρίκλειον εἶναι καὶ καρχήσιον. ὅτι δὲ διαφέρει σαφῶς παρίστησι Καλλίξεινος ἐν τοῖς περὶ Ἀλεξανδρείας φάσκων τινὰς ἔχοντας θηρικλείους πομπεύειν, τοὺς δὲ καρχήσια. ὁποῖον δʼ ἐστὶ τὸ καρχήσιον ἐν τοῖς ἑξῆς λεχθήσεται. καλεῖται δέ τις καὶ θηρίκλειος κρατήρ, οὗ μνημονεύει Ἄλεξις ἐν Κύκνῳ· φαιδρὸς δὲ κρατὴρ θηρίκλειος ἐν μέσῳ ἕστηκε λευκοῦ νέκταρος παλαιγενοῦς πλήρης, ἀφρίζων· ὃν λαβὼν ἐγὼ κενὸν τρίψας, ποήσας λαμπρόν, ἀσφαλῆ βάσιν στήσας, συνάψας καρπίμοις κισσοῦ κλάδοις ἔστεψα. θηλυκῶς δὲ τὴν θηρίκλειον εἶπε Μένανδρος ἐν Θεοφορουμένῃ· μέσως μεθύων τὴν θηρίκλειον ἔσπασε. καὶ ἐν Μηναγύρτῃ· προπίνων θηρίκλειον τρικότυλον. καὶ Διώξιππος ἐν Φιλαργύρῳ· τῆς θηρικλείου τῆς μεγάλης χρεία ἐστί μοι. ΑΙΣΧ. εὖ οἶδα. Α. καὶ τῶν Ῥοδιακῶν. ἥδιστα γὰρ ἐκ τῶν τοιούτων, Αἰσχρέα, ποτηρίων εἴωθα πίνειν. Πολέμων δʼ ἐν πρώτῳ περὶ τῆς Ἀθήνησιν Ἀκροπόλεως οὐδετέρως ὠνόμασεν εἰπών· τὰ χρυσᾶ θηρίκλεια ὑπόξυλα Νεοπτόλεμος ἀνέθηκεν.
Kaibel Dialogi Personae
PLVTARCHVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License