DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 11

Paragraph
42

μνημονεύει τοῦ ἐκπώματος καὶ Ἀντιφάνης ἐν Ὁμοίοις οὕτως· ὡς δʼ ἐδείπνησαν (συνάψαι βούλομαι γὰρ τἀν μέσῳ) καὶ Διὸς σωτῆρος ἦλθε Θηρίκλειον ὄργανον, τῆς τρυφερᾶς ἀπὸ Λέσβου σεμνογόνου σταγόνος πλῆρες, ἀφρίζον, ἕκαστος δεξιτερᾷ δʼ ἔλαβεν. καὶ Εὔβουλος ἐν μὲν Δόλωνι· διένιψα δʼ οὐδὲν σκεῦος οὐδεπώποτε· καθαρώτερον γὰρ τὸν κέραμον εἰργαζόμην Θηρικλῆς τὰς κύλικας, ἡνίκʼ ἦν νέος. ἐν δὲ Κυβευταῖς· ἄρτι μὲν μάλʼ ἀνδρικὴν τῶν θηρικλείων ὑπεραφρίζουσαν παρα, κωθωνόχειλον, ψηφοπεριβομβήτριαν, μέλαιναν, εὐκύκλωτον, ὀξυπύνδακα, στίλβουσαν, ἀνταυγοῦσαν, ἐκνενιμμένην, κισσῷ κάρα βρύουσαν, ἐπικαλούμενοι εἷλκον Διὸς σωτῆρος. Ἀραρὼς δʼ Εὔβουλος ἐν Καμπυλίωνι· γαῖα κεραμί, τίς σε Θηρικλῆς ποτε ἔτευξε κοίλης λαγόνος εὐρύνας βάθος; που κατειδὼς τὴν γυναικείαν φύσιν, ὡς οὐχὶ μικροῖς ἥδεται ποτηρίοις; Ἄλεξις δʼ ἐν Ἱππεῖ· καὶ θηρίκλειός τις κύλιξ, στέφανον κύκλῳ ἔχουσα χρυσοῦν· οὐ γὰρ ἐπίτηκτόν τινα. καὶ ἐν Ἱππίσκῳ· μεστὴν ἀκράτου θηρίκλειον ἔσπασε κοίλην ὑπερθύουσαν ...
Kaibel Dialogi Personae
PLVTARCHVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License