DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 11

Paragraph
41

ΘΗΡΙΚΛΕΙΟΣ. κύλιξ αὕτη ἐγκάθηται περὶ τὰς λαγόνας ἱκανῶς βαθυνομένη ὦτά τε ἔχει βραχέα ὡς ἂν κύλιξ οὖσα. καὶ μήποτε Ἄλεξις ἐν Ἡσιόνῃ θηρικλείῳ ποιεῖ τὸν Ἡρακλέα πίνοντα, ὅταν οὑτωσὶ λέγῃ· γενόμενος δʼ ἔννους μόλις ᾔτησε κύλικα καὶ λαβὼν ἑξῆς πυκνὰς ἕλκει, καταντλεῖ, κατά τε τὴν παροιμίαν αἰεί ποτʼ εὖ μὲν ἀσκός, εὖ δὲ θύλακος ἅνθρωπός ἐστιν. ὅτι δὲ κύλιξ ἐστὶν θηρίκλειος σαφῶς παρίστησιν Θεόφραστος ἐν τῇ περὶ Φυτῶν Ἱστορίᾳ διηγούμενος γὰρ περὶ τῆς τερμίνθου φησί· τορνεύεσθαι δὲ ἐξ αὐτῆς καὶ κύλικας θηρικλείους, ὥστε μηδένα ἂν διαγνῶναι πρὸς τὰς κεραμέας. κατασκευάσαι δὲ λέγεται τὴν κύλικα ταύτην Θηρικλῆς Κορίνθιος κεραμεύς, ἀφʼ οὗ καὶ τοὔνομα ἔχει, γεγονὼς τοῖς χρόνοις κατὰ τὸν κωμικὸν Ἀριστοφάνη. μνημονεύει δὲ τῆς κύλικος Θεόπομπος μὲν ἐν Νεμέᾳ οὕτως· ΣΠΙ. χώρει σὺ δεῦρο, Θηρικλέους πιστὸν τέκνον, γενναῖον εἶδος, ὄνομά σοι τί θώμεθα; ἆρʼ εἶ κάτοπτρον φύσεος; ἢν πλῆρες δοθῇς, οὐδέν ποτʼ ἄλλο. δεῦρο δή, γεμίσω σʼ ἐγώ. γραῦ Θεολύτη, γραῦ. ΘΕΟΛ. τί με καλεῖς σύ, φίλτατε; ΣΠΙ. ἵνʼ ἀσπάσωμαι· δεῦρο παρʼ ἐμέ, Θεολύτη, παρὰ τὸν νέον ξύνδουλον. οὑτωσὶ καλῶς. ΘΕΟΛ. Σπινθὴρ τάλας, πειρᾷς με. ΣΠΙ. ναί, τοιοῦτό τι· φιλοτησίαν δὲ τήνδε σοι προπίομαι. δέξαι· πιοῦσα δʼ ὁπόσον ἄν σοι θυμὸς ᾖ, παράδος τὸ περιόν. Κλεάνθης δʼ ἐν τῷ περὶ Μεταλήψεως συγγράμματί φησι· τὰ τοίνυν εὑρήματα καὶ ὅσα τοιαῦτα ἔτι καὶ τὰ λοιπά ἐστιν, οἷον Θηρίκλειος, Δεινιάς, Ἰφικρατίς· ταῦτα γὰρ πρότερον συνιστορεῖν τοὺς εὑρόντας. φαίνεται δʼ ἔτι καὶ νῦν· εἰ δὲ μὴ ποιεῖ τοῦτο, μεταβεβληκὸς ἂν εἴη μικρὸν τοὔνομα. ἀλλά, καθάπερ εἴρηται, οὐκ ἔστιν πιστεῦσαι τῷ τυχόντι. ἄλλοι δʼ ἱστοροῦσι θηρίκλειον ὀνομασθῆναι τὸ ποτήριον διὰ τὸ δορὰς θηρίων αὐτῷ ἐντετυπῶσθαι. Πάμφιλος δʼ Ἀλεξανδρεὺς ἀπὸ τοῦ τὸν Διόνυσον τοὺς θῆρας κλονεῖν σπένδοντα ταῖς κύλιξι ταύταις κατʼ αὐτῶν.
Kaibel Dialogi Personae
PLVTARCHVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License