DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 11

Paragraph
37

ΗΔΥΠΟΤΙΔΕΣ. ταύτας φησὶν Σάμιος Λυγκεὺς Ῥοδίους ἀντιδημιουργήσασθαι πρὸς τὰς Ἀθήνησι θηρικλείους, Ἀθηναίων μὲν αὐτὰς τοῖς πλουσίοις διὰ τὰ βάρη χαλκευσαμένων τὸν ῥυθμὸν τοῦτον, Ῥοδίων δὲ διὰ τὴν ἐλαφρότητα τῶν ποτηρίων καὶ τοῖς πένησι τοῦ καλλωπισμοῦ τούτου μεταδιδόντων. μνημονεύει δʼ αὐτῶν καὶ Ἐπιγένης ἐν Ἡρωίνῃ διὰ τούτων· ψυκτῆρα, κύαθον, κυμβία, ῥυτὰ τέτταρα, ἡδυποτίδας τρεῖς, ἡθμὸν ἀργυροῦν. Σῆμος δʼ ἐν πέμπτῃ Δηλιάδος ἀνακεῖσθαί φησιν ἐν Δήλῳ χρυσῆν ἡδυποτίδα Ἐχενίκης ἐπιχωρίας γυναικός, ἧς μνημονεύει καὶ ἐν τῇ ηʹ. Κρατῖνος δʼ νεώτερός φησι· παρʼ Ἀρχεφῶντος ἡδυποτίδας δώδεκα.
Kaibel Dialogi Personae
PLVTARCHVS
Meineke Index Scriptorum
Cratinus
Epigenes
Lynceus
Pisander
Semus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License