DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 11

Paragraph
35

ΕΛΕΦΑΣ. οὕτως ἐκαλεῖτο ποτήριόν τι, ὡς Δαμόξενός φησιν ἐν Αὑτὸν πενθοῦντι· εἰ δʼ οὐχ ἱκανόν σοι, τὸν ἐλέφανθʼ ἥκει φέρων παῖς. Β. τί δʼ ἐστὶ τοῦτο, πρὸς θεῶν; Α. ῥυτὸν δίκρουνον ἡλίκον τι τρεῖς χωρεῖν χοᾶς, Ἄλκωνος ἔργον. προὔπιεν δέ μοί ποτε ἐν Κυψέλοις Ἀδαῖος. μνημονεύει τοῦ ποτηρίου τούτου καὶ Ἐπίνικος ἐν Ὑποβαλλομέναις, οὗ τὸ μαρτύριον παρέξομαι ἐν τῷ περὶ τοῦ ῥυτοῦ λόγῳ
Kaibel Index Scriptorum
DAMOXENVS
EPINICVS
PHILEMO
STEPHANVS
Kaibel Dialogi Personae
PLVTARCHVS
Meineke Index Scriptorum
Damoxenus
Epinicus
Philemon

Alignment

 

Digital Athenaeus Project     Creative Commons License