DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 11

Paragraph
32

ΔΕΙΝΟΣ. ὅτι καὶ τοῦτο ποτηρίου ὄνομα Διονύσιος Σινωπεὺς ἐν Σῳζούσῃ καταλέγων ὀνόματα ποτηρίων μνημονεύει καὶ τούτου λέγων οὕτως· ὅσα δʼ ἐστὶν εἴδη θηρικλείων τῶν καλῶν, γύναι δικότυλοι, τρικότυλοι, δεῖνος μέγας χωρῶν μετρητήν, κυμβίον, σκύφοι, ῥυτά· Β. ποτήριʼ γραῦς, ἄλλο δʼ οὐδὲ ἓν βλέπει. Κλεάνθης δʼ φιλόσοφος ἐν τῷ περὶ Μεταλήψεως ἀπὸ τῶν κατασκευασάντων φησὶν ὀνομασθῆναι τήν τε Θηρίκλειον κύλικα καὶ τὴν Δεινιάδα. Σέλευκος δʼ εἰπὼν ἐκπώματος εἶναι γένος τὸν δεῖνον παρατίθεται Στράττιδος ἐκ Μηδείας· οἶσθʼ προσέοικεν, Κρέων, τὸ βρέγμα σου; ἐγᾦδα· δείνῳ περὶ κάτω τετραμμένῳ. Ἀρχέδικος δʼ ἐν Διαμαρτάνοντι παράγων οἰκέτην τινὰ περὶ ἑταιρίδων διαλεγόμενόν φησι· Νικοστράτην τινʼ ἤγαγον πρῴην σφόδρα γρυπήν, Σκοτοδίνην ἐπικαλουμένην, ὅτι δεῖνόν ποτʼ ἦρεν ἀργυροῦν ἐν τῷ σκότῳ. Β. δεῖνον καὶ δεινόν, θεοί. ἐστὶ καὶ γένος ὀρχήσεως, ὡς Ἀπολλοφάνης ἐν Δαλίδι παρίστησιν· οὑτοσὶ δεῖνος τι δεινος καὶ καλαθίσκος οὑτοσί. Τελέσιλλα δὲ Ἀργεία καὶ τὴν ἅλω καλεῖ δῖνον. Κυρηναῖοι δὲ τὸν ποδονιπτῆρα δεῖνον ὀνομάζουσιν, ὡς Φιλητᾶς φησιν ἐν Ἀτάκτοις
Kaibel Dialogi Personae
PLVTARCHVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License