DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 11

Paragraph
3

ἄξιον δὲ εἶναι νομίζω ζητῆσαι ὑμᾶς πρὸ τοῦ καταλόγου τῶν ποτηρίων, ὧν πλῆρές ἐστι τὸ κυλικεῖον τοδί εἴρηται γὰρ οὕτως τῶν ποτηρίων σκευοθήκη παρʼ Ἀριστοφάνει μὲν ἐν Γεωργοῖς· ὥσπερ κυλικείου τοὐθόνιον προπέπταται. ἔστι καὶ παρὰ Ἀναξανδρίδῃ ἐν Μελιλώτῳ Εὔβουλος δʼ ἐν Λήδᾳ· ὡσπερεὶ σπονδὴν διδοὺς ἐν τῷ κυλικείῳ συντέτριφε τὰ ποτήρια. κἀν Ψαλτρίᾳ δʼ ἔφη· τὰ κυλικεῖα δὲ ἐξεῦρεν ἡμῖν. ἐν δὲ Σεμέλῃ Διονύσῳ· Ἑρμῆς Μαίας λίθινος, ὃν προσεύγμασιν ἐν τῷ κυλικείῳ λαμπρὸν ἐκτετριμμένον ... Κρατῖνος δʼ νεώτερος ἐν Χείρωνι· πολλοστῷ δʼ ἔτει ἐκ τῶν πολεμίων οἴκαδʼ ἥκω, συγγενεῖς καὶ φράτερας καὶ δημότας εὑρὼν μόλις εἰς τὸ κυλικεῖον ἐνεγράφην· Ζεὺς ἔστι μοι ἑρκεῖος, ἔστι φρατέριος, τὰ τέλη τελῶ
Kaibel Dialogi Personae
VLPIANVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License