DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 11

Paragraph
29

ΒΙΚΟΣ. Ξενοφῶν Ἀναβάσεως πρώτῳ· Κῦρος ἔπεμπε βίκους οἴνου ἡμιδεεῖς. ἐστὶ δὲ φιαλῶδες ποτήριον κατὰ τὸν Παριανὸν Πολυδεύκην. ΒΟΜΒΥΛΙΟΣ, θηρίκλειον Ῥοδιακόν, οὗ περὶ τῆς ἰδέας Σωκράτης φησίν· οἱ μὲν ἐκ φιάλης πίνοντες ὅσον θέλουσι τάχιστʼ ἀπαλλαγήσονται, οἱ δʼ ἐκ βομβυλιοῦ κατὰ μικρὸν στάζοντος ... ἐστὶ δὲ καὶ ζῷόν τι. ΒΡΟΜΙΑΔΕΣ, ἔκπωμα ὅμοιον τοῖς μακροτέροις τῶν σκύφων.
Kaibel Dialogi Personae
PLVTARCHVS
Meineke Index Scriptorum
Alexis
Pollux
Socrates
Xenophon

Alignment

 

Digital Athenaeus Project     Creative Commons License