DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 11

Paragraph
28

ΒΑΥΚΑΛΙΣ. ἐν Ἀλεξανδρείᾳ καὶ αὕτη, ὡς Σώπατρος παρῳδός· βαυκαλὶς τετράκυκλος. καὶ πάλιν νᾶμα μελισσῶν ἡδὺ μὲν ὄρθρου καταβαυκαλίσαι τοῖς ὑπὸ πολλῆς κραιπαλοβόσκου δίψης κατόχοις. κατασκευάζουσι δέ, φησίν, οἱ ἐν Ἀλεξανδρείᾳ τὴν ὕαλον μεταρρυθμίζοντες πολλαῖς καὶ ποικίλαις ἰδέαις ποτηρίων, παντὸς τοῦ πανταχόθεν κατακομιζομένου κεράμου τὴν ἰδέαν μιμούμενοι. Λύσιππον τὸν ἀνδριαντοποιόν φασι Κασάνδρῳ χαριζόμενον, ὅτε συνῴκισε τὴν Κασάνδρειαν, φιλοδοξοῦντι καὶ βουλομένῳ ἴδιόν τινα εὑρέσθαι κέραμον διὰ τὸ πολὺν ἐξάγεσθαι τὸν Μενδαῖον οἶνον ἐκ τῆς πόλεως, φιλοτιμηθῆναι καὶ πολλὰ καὶ παντοδαπὰ γένη παραθέμενον κεραμίων ἐξ ἑκάστου ἀποπλασάμενον ἴδιον ποιῆσαι πλάσμα.
Kaibel Index Scriptorum
ALEXANDER MAGNVS
SOPATER
Kaibel Dialogi Personae
PLVTARCHVS

Meineke Index Scriptorum

Alignment

 

Digital Athenaeus Project     Creative Commons License