DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 11

Paragraph
26

ΑΝΤΙΓΟΝΙΣ ἔκπωμα ἀπὸ τοῦ βασιλέως Ἀντιγόνου, ὡς ἀπὸ Σελεύκου ΣΕΛΕΥΚΙΣ καὶ ἀπὸ Προυσίου ΠΡΟΥΣΙΑΣ. ΑΝΑΦΑΙΑ θερμοποτὶς παρὰ Κρησίν. ΑΡΥΒΑΛΛΟΣ ποτήριον κάτωθεν εὐρύτερον, ἄνω δὲ συνηγμένον, ὡς τὰ συσπαστὰ βαλάντια, καὶ αὐτὰ διὰ τὴν ὁμοιότητα ἀρυβάλλους τινὲς καλοῦσιν. Ἀριστοφάνης Ἱππεῦσι· κατασπένδειν κατὰ τῆς κεφαλῆς ἀρυβάλλῳ ἀμβροσίαν. οὐ πόρρω δέ ἐστι τοῦ ἀρυστίχου ἀρύβαλλος, ἀπὸ τοῦ ἀρύτειν καὶ βάλλειν. λέγουσι δὲ καὶ πρόχουν ἄρυστιν. Σοφοκλῆς· κακῶς σὺ πρὸς θεῶν ὀλουμένη, τὰς ἀρύστεις ὧδʼ ἔχουσʼ ἐκώμασας. ἐστὶ δὲ καὶ πόλις Ἰώνων Ἄρυστις. ΑΡΓΥΡΙΣ εἶδος ποτηρίου, οὐ μόνον ἐξ ἀργύρου. Ἀναξίλας· καὶ πίνειν ἐξ ἀργυρίδων χρυσῶν.
Kaibel Dialogi Personae
PLVTARCHVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License