DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 11

Paragraph
22

ΑΓΚΥΛΗ ποτήριον πρὸς τὴν τῶν κοττάβων παιδιὰν χρήσιμον. Κρατῖνος· πιεῖν δὲ θάνατος οἶνον, ἂν ὕδωρ ἐπῇ. ἀλλʼ ἴσον ἴσῳ μάλιστʼ ἀκράτου δύο χοᾶς πίνουσʼ ἀπʼ ἀγκύλης, ἐπονομάζουσʼ ἅμα ἵησι λάταγας τῷ Κορινθίῳ πέει. καὶ Βακχυλίδης· εὖτε τὴν ἀπʼ ἀγκύλης ἵησι τοῖς νεανίαις, λευκὸν ἀντείνουσα πῆχυν. ἐντεῦθεν ἐννοοῦμεν τοὺς παρʼ Αἰσχύλῳ ἀγκυλητοὺς κοττάβους. λέγονται δὲ καὶ δόρατα ἀγκυλητὰ καὶ μεσάγκυλα ἄλλα· ἀπὸ ἀγκύλης ἤτοι τῆς δεξιᾶς χειρός. καὶ κύλιξ δὲ ἀγκύλη διὰ τὸ ἐπαγκυλοῦν τὴν δεξιὰν χεῖρα ἐν τῇ προέσει. ἦν γὰρ τοῖς παλαιοῖς πεφροντισμένον καλῶς καὶ εὐσχημόνως κότταβον προίεσθαι. καὶ οἱ πολλοὶ ἐπὶ τούτῳ μᾶλλον ἐφρόνουν μέγα ἐπὶ τῷ εὖ ἀκοντίζειν. ὠνομάσθη οὖν ἀπὸ τοῦ τῆς χειρὸς σχηματισμοῦ, ὃν ποιούμενοι εὐρύθμως ἐρρίπτουν εἰς τὸ κοττάβιον. καὶ οἴκους δὲ ἐπιτηδείους κατεσκεύαζον εἰς ταύτην τὴν παιδιάν.
Kaibel Dialogi Personae
PLVTARCHVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License