DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 11

Paragraph
21

ὁρᾷς δʼ, ὅταν πίνωσιν ἄνθρωποι, τότε πλουτοῦσι, διαπράττουσι, νικῶσιν δίκας, εὐδαιμονοῦσιν, ὠφελοῦσι τοὺς φίλους αὔξει γὰρ καὶ τρέφει μεγαλύνει τε τὴν ψυχὴν ἐν τοῖς πότοις διατριβή, ἀναζωπυροῦσα καὶ ἀνεγείρουσα μετὰ φρονήσεως τὸν ἑκάστου νοῦν, ὥς φησιν Πίνδαρος· ἁνίκʼ ἀνθρώπων καματώδεες οἴχονται μέριμναι στηθέων ἔξω, πελάγει δʼ ἐν πολυχρύσοιο πλούτου πάντες ἴσᾳ νέομεν ψευδῆ πρὸς ἀκτάν· ὃς μὲν ἀχρήμων, ἀφνεὸς τότε, τοὶ δʼ αὖ πλουτέοντες ... εἶτʼ ἐπάγει· ἀέξονται φρένας ἀμπελίνοις τόξοις δαμέντες.
Kaibel Index Scriptorum
ARISTOPHANES
CRATINVS
PINDARVS
Kaibel Dialogi Personae
PLVTARCHVS
Meineke Index Scriptorum
Aristophanes
Pindarus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License