ἔθος δʼ ἦν πρότερον ἐν τῷ ποτηρίῳ ὕδωρ ἐμβάλλεσθαι, μεθʼ ὃ τὸν οἶνον. Ξενοφάνης· οὐδέ κεν ἐν κύλικι πρότερον κεράσειέ τις οἶνον ἐγχέας, ἀλλʼ ὕδωρ καὶ καθύπερθε μέθυ. Ἀνακρέων· φέρʼ ὕδωρ, φέρʼ οἶνον, ὦ παῖ, φέρε δʼ ἀνθεμεῦντας ἡμῖν στεφάνους ἔνεικον, ὡς δὴ πρὸς Ἔρωτα πυκταλίζω. πρὸ δὲ τούτων Ἡσίοδος· κρήνης τʼ ἀενάου καὶ ἀπορρύτου, ἥτʼ ἀθόλωτος, τρὶς ὕδατος προχέειν, τὸ δὲ τέτρατον ἱέμεν οἴνου. Θεόφραστος· ἐπεὶ καὶ τὰ περὶ τὴν κρᾶσιν ἐναντίως εἶχε τὸ παλαιὸν τῷ νῦν παρʼ Ἕλλησιν ὑπάρχοντι. οὐ γὰρ τὸ ὕδωρ ἐπὶ τὸν οἶνον ἐπέχεον, ἀλλʼ ἐπὶ τὸ ὕδωρ τὸν οἶνον, ὅπως ἐν τῷ πίνειν ὑδαρεστέρῳ χρῷντο τῷ ποτῷ καὶ τούτου ποιησάμενοι τὴν ἀπόλαυσιν ἧττον ὀρέγοιντο τοῦ λοιποῦ. καὶ τὸ πλεῖστον δὲ εἰς τοὺς κοττάβους κατανήλισκον.
|