DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 11

Paragraph
16

τιμιώτατον δʼ ἦν πάλαι τὸ τῶν ἐκπωμάτων κτῆμα. Ἀχιλλεὺς οὖν ὡς ἐξαίρετόν τι εἶχεν ἀνάθημα δέπας, οὐδέ τις ἄλλος οὔτʼ ἀνδρῶν πίνεσκεν ἀπʼ αὐτοῦ οὔτε τεῳ σπένδεσκε θεῶν, ὅτε μὴ Διί καὶ Πρίαμος δὲ τὸν υἱὸν λυτρούμενος τοῖς ἐπισημοτάτοις κειμηλίοις καὶ δέπας δίδωσι περικαλλές αὐτός γε μὴν Ζεὺς τῆς Ἡρακλέους γενέσεως ἄξιον ἡγεῖται δῶρον Ἀλκμήνῃ δοθῆναι ποτήριον, ὅπερ Ἀμφιτρύωνι εἰκασθεὶς δίδωσιν, δʼ ὑποδεξαμένα θαήσατο χρύσεον αἶψα ποτήριον. τὸν δὲ Ἥλιον Στησίχορος ποτηρίῳ διαπλεῖν φησι τὸν ὠκεανόν, καὶ τὸν Ἡρακλέα περαιωθῆναι ἐπὶ τὰς Γηρυόνου βόας ὁρμῶντα. οἴδαμεν δὲ καὶ τὸ Βαθυκλέους τοῦ Ἀρκάδος ποτήριον, σοφίας ἆθλον Βαθυκλῆς τῷ κριθέντι ἀρίστῳ τῶν καλουμένων ζʹ σοφῶν ἀπέλιπε. τὸ δὲ Νέστορος ποτήριον πολλοὶ καὶ κεραμεύουσι· πλεῖστοι γὰρ περὶ αὐτοῦ συνεγράψαντο. καὶ θεοφιλὲς δὲ τὸ ποτήριον· χρυσέοις γοῦν δεπάεσσιν ἀλλήλους δεξιοῦνται ἐλευθέριον δέ, φησί, καὶ ἐμμελῶς ἐν οἴνῳ διάγειν, μὴ κωθωνιζόμενον μηδὲ Θρᾳκίῳ νόμῳ ἄμυστιν οἰνοποτεῖν, ἀλλὰ τῷ πόματι φάρμακον ὑγείας ἐγκιρνάναι τὸν λόγον.
Kaibel Dialogi Personae
PLVTARCHVS

Meineke Index Scriptorum
Stesichorus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License