DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 11

Paragraph
14

οἶδα δέ τινας, ἄνδρες θιασῶται, καὶ μέγα φρονήσαντας οὐχ οὕτως ἐπὶ πλούτῳ ὡς ἐπὶ τῷ κεκτῆσθαι πολλὰ ἐκπώματα ἀργυρᾶ τε καὶ χρυσᾶ. ὧν εἷς ἐστι καὶ Πυθέας Ἀρκὰς ἐκ Φιαλείας, ὃς καὶ ἀποθνῄσκων οὐκ ὤκνησεν ὑποθέσθαι τοῖς οἰκείοις ἐπιγράψαι αὐτοῦ τῷ μνήματι τάδε· Πυθέα μνῆμα τόδʼ ἔστʼ, ἀγαθοῦ καὶ σώφρονος ἀνδρός, ὃς κυλίκων ἔσχεν πλῆθος ἀπειρέσιον ἀργυρέων χρυσοῦ τε καὶ ἠλέκτροιο φαεινοῦ, τῶν προτέρων πάντων πλείονα πασάμενος. τοῦτο δʼ ἱστορεῖ Ἁρμόδιος Λεπρεάτης ἐν τῷ περὶ τῶν κατὰ Φιγάλειαν Νομίμων Ξενοφῶν δʼ ἐν ὀγδόῳ Παιδείας περὶ Περσῶν λέγων γράφει καὶ ταῦτα· καὶ μὴν ἐκπώματα ἢν μὲν ὡς πλεῖστα ἔχωσιν, τούτῳ καλλωπίζονται· ἢν δʼ ἐξ ἀδίκων φανερῶς μεμηχανημένα, οὐδὲν τούτῳ αἰσχύνονται. πολὺ γὰρ ηὔξηται ἐν αὐτοῖς ἀδικία τε καὶ αἰσχροκέρδεια. δὲ Οἰδίπους διʼ ἐκπώματα τοῖς υἱοῖς κατηράσατο, ὡς τὴν κυκλικὴν Θηβαίδα πεποιηκώς φησιν, ὅτι αὐτῷ παρέθηκαν ἔκπωμα ἀπηγορεύκει, λέγων οὕτως· αὐτὰρ διογενὴς ἥρως ξανθὸς Πολυνείκης πρῶτα μὲν Οἰδιπόδῃ καλὴν παρέθηκε τράπεζαν ἀργυρέην Κάδμοιο θεόφρονος· αὐτὰρ ἔπειτα χρύσεον ἔμπλησεν καλὸν δέπας ἡδέος οἴνου. αὐτὰρ γʼ ὡς φράσθη παρακείμενα πατρὸς ἑοῖο τιμήεντα γέρα, μέγα οἳ κακὸν ἔμπεσε θυμῷ, αἶψα δὲ παισὶν ἑοῖσι μετʼ ἀμφοτέροισιν ἐπαρὰς ἀργαλέας ἠρᾶτο (θεῶν δʼ οὐ λάνθανʼ Ἐρινύν), ὡς οὔ οἱ πατρώιʼ ἐνηέι ἐν φιλότητι δάσσαιντʼ, ἀμφοτέροισι δʼ αἰεὶ πόλεμοί τε μάχαι τε ...
Kaibel Dialogi Personae
PLVTARCHVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License