DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 11

Paragraph
117

περὶ δὲ τῶν ἐν τοῖς διαλόγοις αὐτοῦ κεκλεμμένων τί ἂν καὶ λέγοι τις; μὲν γὰρ ψυχὴ διαπλαττομένη ἀθάνατος ὑπʼ αὐτοῦ καὶ κατὰ τὴν ἀπόλυσιν χωριζομένη τοῦ σώματος παρὰ προτέρῳ εἴρηται Ὁμήρῳ. οὗτος γὰρ εἶπεν ὡς τοῦ Πατρόκλου ψυχὴ Ἄιδόσδε κατῆλθεν ὃν πότμον γοόωσα, λιποῦσʼ ἀνδροτῆτα καὶ ἥβην. εἰ δʼ οὖν καὶ Πλάτωνος φήσειέν τις εἶναι τὸν λόγον, οὐχ ὁρῶ τίνʼ ἐσχήκαμεν ἀπʼ αὐτοῦ ὠφέλειαν. ἐὰν γὰρ καὶ συγχωρήσῃ τις μεθίστασθαι τὰς τῶν τετελευτηκότων ψυχὰς εἰς ἄλλας φύσεις πρὸς τὸν μετεωρότερον καὶ καθαρώτερον ἀνέρχεσθαι τόπον, ἅτε κουφότητος μετεχούσας, τί πλέον ἡμῖν; ὧν γὰρ μήτʼ ἀνάμνησίς ἐστιν οὗ ποτε ἦμεν μήτʼ αἴσθησις, εἰ καὶ τὸ σύνολον ἦμεν, τίς χάρις ταύτης τῆς ἀθανασίας; οἱ δὲ συντεθέντες ὑπʼ αὐτοῦ Νόμοι καὶ τούτων ἔτι πρότερον Πολιτεία τί πεποιήκασιν; καίτοι γε ἔδει καθάπερ τὸν Λυκοῦργον τοὺς Λακεδαιμονίους καὶ τὸν Σόλωνα τοὺς Ἀθηναίους καὶ τὸν Ζάλευκον τοὺς Θουρίους, καὶ αὐτόν, εἴπερ ἦσαν χρήσιμοι, πεῖσαί τινας τῶν Ἑλλήνων αὐτοῖς χρήσασθαι. νόμος γάρ ἐστιν, ὥς φησιν Ἀριστοτέλης, λόγος ὡρισμένος καθʼ ὁμολογίαν κοινὴν πόλεως, μηνύων πῶς δεῖ πράττειν ἕκαστα. δὲ Πλάτων πῶς; οὐκ ἄτοπον τριῶν Ἀθηναίων γενομένων νομοθετῶν τῶν γε δὴ γνωριζομένων, Δράκοντος καὶ αὐτοῦ τοῦ Πλάτωνος καὶ Σόλωνος, τῶν μὲν τοῖς νόμοις ἐμμένειν τοὺς πολίτας, τῶν δὲ τοῦ Πλάτωνος καὶ προσκαταγελᾶν; δʼ αὐτὸς λόγος καὶ περὶ τῆς Πολιτείας· εἰ καὶ πασῶν εἴη αὕτη βελτίων, μὴ πείθοι δʼ ἡμᾶς, τί πλέον; ἔοικεν οὖν Πλάτων οὐ τοῖς οὖσιν ἀνθρώποις γράψαι τοὺς νόμους, ἀλλὰ τοῖς ὑπʼ αὐτοῦ διαπλαττομένοις, ὥστε καὶ ζητεῖσθαι τοὺς χρησομένους. ἐχρῆν οὖν πείσει λέγων ταῦτα καὶ γράφειν καὶ μὴ ταὐτὰ ποιεῖν τοῖς εὐχομένοις, ἀλλὰ τοῖς τῶν ἐνδεχομένων ἀντεχομένοις.
Kaibel Index Scriptorum
ARISTOTELES

HOMERVS
PLATO
Kaibel Dialogi Personae
PONTIANVS

Meineke Index Scriptorum
Aristoteles
Plato

Homerus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License