DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 11

Paragraph
115

ἐν δὲ τῷ Κίμωνι οὐδὲ τῆς Θεμιστοκλέους φείδεται κατηγορίας οὐδὲ τῆς Ἀλκιβιάδου καὶ Μυρωνίδου, ἀλλʼ οὐδʼ αὐτοῦ τοῦ Κίμωνος. καὶ Κρίτων δʼ αὐτοῦ Κρίτωνος, δὲ Πολιτεία καὶ Σοφοκλέους περιέχει καταδρομήν, δὲ Γοργίας οὐ μόνον ἀφʼ οὗ τὸ ἐπίγραμμα, ἀλλὰ καὶ Ἀρχελάου τοῦ Μακεδονίας βασιλέως, ὃν οὐ μόνον ἐπονείδιστον γένος ἔχειν, ἀλλʼ ὅτι καὶ ἀπέκτεινε τὸν δεσπότην. οὗτος δʼ ἐστὶ Πλάτων, ὃν Σπεύσιππός φησι φίλτατον ὄντα Ἀρχελάῳ Φιλίππῳ τῆς βασιλείας αἴτιον γενέσθαι. γράφει γοῦν Καρύστιος Περγαμηνὸς ἐν τοῖς Ἱστορικοῖς Ὑπομνήμασιν οὕτως· Σπεύσιππος πυνθανόμενος Φίλιππον βλασφημεῖν περὶ Πλάτωνος εἰς ἐπιστολὴν ἔγραψέ τι τοιοῦτον· ... ὥσπερ ἀγνοοῦντας τοὺς ἀνθρώπους ὅτι καὶ τὴν ἀρχὴν τῆς βασιλείας Φίλιππος διὰ Πλάτωνος ἔσχεν. Εὐφραῖον γὰρ ἀπέστειλε τὸν Ὠρείτην πρὸς Περδίκκαν Πλάτων, ὃς ἔπεισεν ἀπομερίσαι τινὰ χώραν Φιλίππῳ. διατρέφων δʼ ἐνταῦθα δύναμιν, ὡς ἀπέθανε Περδίκκας, ἐξ ἑτοίμου δυνάμεως ὑπαρχούσης ἐπέπεσε τοῖς πράγμασι. τοῦτο δʼ εἴπερ οὕτως ἀληθείας ἔχει, θεὸς ἂν εἰδείη. δὲ καλὸς αὐτοῦ Πρωταγόρας πρὸς τῷ καταδρομὴν ἔχειν πολλῶν ποιητῶν καὶ σοφῶν ἀνδρῶν ἐκθεατριζόμενον ἔχει καὶ τὸν Καλλίου βίον μᾶλλον τῶν Εὐπόλιδος Κολάκων. ἐν δὲ τῷ Μενεξένῳ οὐ μόνον Ἱππίας Ἡλεῖος χλευάζεται, ἀλλὰ καὶ Ῥαμνούσιος Ἀντιφῶν καὶ μουσικὸς Λάμπρος ἐπιλίποι δʼ ἄν με ἡμέρα, εἰ πάντας ἐθελήσαιμι ἐπελθεῖν τοὺς κακῶς ἀκούσαντας ὑπὸ τοῦ σοφοῦ. ἀλλὰ μὴν οὐδʼ Ἀντισθένη ἐπαινῶ· καὶ γὰρ καὶ οὗτος πολλοὺς εἰπὼν κακῶς οὐδʼ αὐτοῦ τοῦ Πλάτωνος ἀπέσχετο, ἀλλὰ καλέσας αὐτὸν φορτικῶς Σάθωνα τὸν ταύτην ἔχοντα τὴν ἐπιγραφὴν διάλογον ἐξέδωκεν.
Kaibel Dialogi Personae
PONTIANVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License