DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 11

Paragraph
11

παραιτητέον δʼ ἡμῖν τὰ κεράμεα ποτήρια. καὶ γὰρ Κτησίας παρὰ Πέρσαις, φησίν, ὃν ἂν βασιλεὺς ἀτιμάσῃ, κεραμέοις χρῆται. Χοιρίλος δʼ ἐποποιός φησι· χερσὶν ὄλβον ἔχω κύλικος τρύφος ἀμφὶς ἐαγός, ἀνδρῶν δαιτυμόνων ναυάγιον, οἷά τε πολλὰ πνεῦμα Διωνύσοιο πρὸς Ὕβριος ἔκβαλεν ἀκτάς. ἐγὼ δὲ εὖ οἶδα ὅτι ἥδιστα πολλάκις ἐστὶ τὰ κεράμεα ἐκπώματα, ὡς καὶ τὰ παρʼ ἡμῖν ἐκ τῆς Κόπτου καταγόμενα· μετὰ γὰρ ἀρωμάτων συμφυραθείσης τῆς γῆς ὀπτᾶται. καὶ Ἀριστοτέλης δὲ ἐν τῷ περὶ Μέθης αἱ Ῥοδιακαί, φησί, προσαγορευόμεναι χυτρίδες διά τε τὴν ἡδονὴν εἰς τὰς μέθας παρεισφέρονται καὶ διὰ τὸ θερμαινομένας τὸν οἶνον ἧττον ποιεῖν μεθύσκειν. σμύρνης γὰρ καὶ σχοίνου καὶ τῶν τοιούτων ἑτέρων εἰς ὕδωρ ἐμβληθέντων ἕψονται καὶ παραχεόντων εἰς τὸν οἶνον ἧττον μεθύσκουσιν. κἀν ἄλλῳ δὲ μέρει φησίν· αἱ Ῥοδιακαὶ χυτρίδες γίνονται σμύρνης, σχοίνου, ἀνήθου, κρόκου, βαλσάμου, ἀμώμου, κινναμώμου συνεψηθέντων· ἀφʼ ὧν τὸ γινόμενον τῷ οἴνῳ παραχυθὲν οὕτω τὰς μέθας ἵστησιν ὥστε καὶ τῶν ἀφροδισίων παραλύειν τὰ πνεύματα πέττον.
Kaibel Dialogi Personae
PLVTARCHVS

Meineke Index Scriptorum
Aristoteles
Choerilus

Chrysippus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License