DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 11

Paragraph
107

ΧΥΤΡΙΔΕΣ. Ἄλεξις ἐν Ὑποβολιμαίῳ· ἐγὼ Πτολεμαίου τοῦ βασιλέως τέτταρα χυτρίδιʼ ἀκράτου τῆς τʼ ἀδελφῆς προσλαβὼν τῆς τοῦ βασιλέως ταὔτʼ, ἀπνευστί τʼ ἐκπιὼν ὡς ἄν τις ἥδιστʼ ἴσον ἴσῳ κεκραμένον, καὶ τῆς Ὁμονοίας δύο, τί νῦν μὴ κωμάσω ἄνευ λυχνούχου πρὸς τὸ τηλικοῦτο φῶς; Ἡρόδοτος δʼ ἐν τῇ πέμπτῃ τῶν Ἱστοριῶν νόμον φησὶ θέσθαι Ἀργείους καὶ Αἰγινήτας Ἀττικὸν μηδὲν προσφέρειν πρὸς τὰς θυσίας μηδὲ κέραμον, ἀλλʼ ἐκ χυτρίδων ἐπιχωρίων τὸ λοιπὸν αὐτόθι εἶναι πίνειν. καὶ Μελέαγρος δʼ κυνικὸς ἐν τῷ Συμποσίῳ οὑτωσὶ γράφει· κἀν τοσούτῳ πρόποσιν αὐτῷ βαρεῖαν διέδωκε, χυτρίδια βαθέα δώδεκα.
Kaibel Dialogi Personae
PLVTARCHVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License