DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 11

Paragraph
106

ΦΘΟΙΣ. πλατεῖαι φιάλαι ὀμφαλωτοί. Εὔπολις· σὺν φθοῖσι προσπεπωκώς. ἔδει δὲ ὀξύνεσθαι ὡς Καρσί, παισί, φθειρσί. ΦΙΛΟΤΗΣΙΑ κύλιξ τις, ἣν κατὰ φιλίαν προὔπινον, ὥς φησι Πάμφιλος. Δημοσθένης δέ φησι· καὶ φιλοτησίας προὔπινεν. Ἄλεξις· φιλοτησίαν σοι τήνδʼ ἐγὼ ἰδίᾳ τε καὶ κοινῇ κύλικα προπίομαι. ἐκαλεῖτο δὲ καὶ τὸ ἑταιρικὸν συνευωχούμενον φιλοτήσιον. Ἀριστοφάνης· ἑπτάπους γοῦν σκιά ʼστιν· ʼπὶ τὸ δεῖπνον ὡς ἤδη καλεῖ μʼ χορὸς φιλοτήσιος. διὰ δὲ τὴν τοιαύτην πρόποσιν ἐκαλεῖτο καὶ κύλιξ φιλοτησία, ὡς ἐν Λυσιστράτῃ· δέσποινα Πειθοῖ καὶ κύλιξ φιλοτησία. ΧΟΝΝΟΙ. παρὰ Γορτυνίοις ποτηρίου εἶδος, ὅμοιον θηρικλείῳ, χάλκεον· δίδοσθαι τῷ ἁρπασθέντι ὑπὸ τοῦ ἐραστοῦ φησιν Ἑρμῶναξ. ΧΑΛΚΙΔΙΚΑ ποτήρια, ἴσως ἀπὸ τῆς Χαλκίδος τῆς Θρᾳκικῆς εὐδοκιμοῦντα.
Kaibel Dialogi Personae
PLVTARCHVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License