DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 11

Paragraph
105

Ἀθηναῖοι δὲ τὰς μὲν ἀργυρᾶς φιάλας ἀργυρίδας λέγουσι, χρυσίδας δὲ τὰς χρυσᾶς. τῆς δὲ ἀργυρίδος φιάλης Φερεκράτης μὲν ἐν Πέρσαις οὕτως μνημονεύει· οὗτος σύ, ποῖ τὴν ἀργυρίδα τηνδὶ φέρεις; χρυσίδος δὲ Κρατῖνος ἐν Νόμοις· χρυσίδι σπένδων γέγραφε τοῖς ὄφεσι πιεῖν διδούς· καὶ Ἕρμιππος ἐν Κέρκωψι· χρυσίδʼ οἴνου πανσέληνον ἐκπιὼν ὑφείλετο. καὶ γε ἐκαλεῖτο δέ τις καὶ βαλανωτὴ φιάλη, ἧς τῷ πυθμένι χρυσοῖ ὑπέκειντο ἀστράγαλοι. Σῆμος δʼ ἐν Δήλῳ ἀνακεῖσθαί φησι χαλκοῦν φοίνικα, Ναξίων ἀνάθημα, καὶ καρυωτὰς φιάλας χρυσᾶς. Ἀναξανδρίδης δὲ φιάλας Ἄρεος καλεῖ τὰ ποτήρια ταῦτα. Αἰολεῖς δὲ τὴν φιάλην ἄρακιν καλοῦσι.
Kaibel Dialogi Personae
PLVTARCHVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License