DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 11

Paragraph
104

Κρατίνου δʼ εἰπόντος ἐν Δραπέτισιν· δέχεσθε φιάλας τάσδε βαλανειομφάλους, Ἐρατοσθένης ἐν τῷ ἑνδεκάτῳ περὶ Κωμῳδίας τὴν λέξιν ἀγνοεῖν φησι Λυκόφρονα· τῶν γὰρ φιαλῶν οἱ ὀμφαλοὶ καὶ τῶν βαλανείων οἱ θόλοι παρόμοιοι· εἰς δὲ τὸ εἶδος οὐκ ἀρύθμως παίζονται. Ἀπίων δὲ καὶ Διόδωρός φησι· φιάλαι ποιαί, ὧν ὀμφαλὸς παραπλήσιος ἠθμῷ. δὲ Μυρλεανὸς Ἀσκληπιάδης ἐν τοῖς περὶ ..... Κρατίνου βαλανειόμφαλοι, φησίν, λέγονται, ὅτι οἱ ὀμφαλοὶ αὐτῶν καὶ τῶν βαλανείων οἱ θόλοι ὅμοιοί εἰσιν. καὶ Δίδυμος δὲ τὰ αὐτὰ εἰπὼν παρατίθεται τὰ Λυκόφρονος οὕτως ἔχοντα· ἀπὸ τῶν ὀμφαλῶν τῶν ἐν ταῖς γυναικείαις πυέλοις, ὅθεν τοῖς σκαφίοις ἀρύουσιν. Τίμαρχος δʼ ἐν τετάρτῳ περὶ τοῦ Ἐρατοσθένους Ἑρμοῦ πεπαῖχθαί τις ἂν οἰηθείη, φησί, τὴν λέξιν, διότι τὰ πλεῖστα τῶν Ἀθήνησι βαλανείων κυκλοειδῆ ταῖς κατασκευαῖς ὄντα τοὺς ἐξαγωγοὺς ἔχει κατὰ μέσον, ἐφʼ οὗ χαλκοῦς ὀμφαλὸς ἔπεστιν. Ἴων δʼ ἐν Ὀμφάλῃ· ἴτʼ ἐκφορεῖτε, παρθένοι, κύπελλα καὶ μεσομφάλους. οὕτω δʼ εἴρηκε τὰς βαλανειομφάλους, ὧν Κρατῖνος μνημονεύει· δέχεσθε φιάλας τάσδε βαλανειομφάλους. καὶ Θεόπομπος δʼ ἐν Ἀλθαίᾳ ἔφη· λαβοῦσα πλήρη χρυσέαν μεσόμφαλον φιάλην. Τελέστης δʼ ἄκατον ὠνόμαζέ νιν, ὡς τοῦ Τελέστου ἄκατον τὴν φιάλην εἰρηκότος. Φερεκράτης δὲ πεποιηκὼς τοὺς εἰς αὐτὸν ἀναφερομένους Πέρσας φησί· στεφάνους τε πᾶσι κὠμφαλωτὰς χρυσίδας.
Kaibel Dialogi Personae
PLVTARCHVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License