DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 11

Paragraph
103

ΦΙΑΛΗ. Ὅμηρος μὲν ὅταν λέγῃ· ἀμφίθετον φιάλην ἀπύρωτον ἔθηκε καὶ χρυσῆν φιάλην καὶ δίπλακα δημόν, οὐ τὸ ποτήριον λέγει, ἀλλὰ χαλκίον τι καὶ ἐκπέταλον λεβητῶδες, ἴσως δύο ὦτα ἔχον ἐξ ἀμφοτέρων τῶν μερῶν. Παρθένιος δʼ τοῦ Διονυσίου ἀμφίθετον ἀκούει τὴν ἀπύθμενον φιάλην. Ἀπολλόδωρος δʼ Ἀθηναῖος ἐν τῷ περὶ τοῦ Κρατῆρος ῥησειδίῳ τὴν κατὰ τὸν πυθμένα μὴ δυναμένην τίθεσθαι καὶ ἐρείδεσθαι, ἀλλὰ κατὰ τὸ στόμα. τινὲς δέ φασιν, ὃν τρόπον ἀμφιφορεὺς λέγεται ἀμφοτέρωθεν κατὰ τὰ ὦτα δυνάμενος φέρεσθαι, οὕτως καὶ τὴν ἀμφίθετον φιάλην. Ἀρίσταρχος δὲ τὴν δυναμένην ἐξ ἀμφοτέρων τῶν μερῶν τίθεσθαι, κατὰ τὸν πυθμένα καὶ κατὰ τὸ στόμα. Διονύσιος δʼ Θρᾲξ τὴν στρογγύλην, τὴν ἀμφιθέουσαν κυκλοτερεῖ τῷ σχήματι. Ἀσκληπιάδης δʼ Μυρλεανὸς μὲν φιάλη, φησί, κατʼ ἀντιστοιχίαν ἐστὶ πιάλη, τὸ πιεῖν ἅλις παρέχουσα· μείζων γὰρ τοῦ ποτηρίου. δὲ ἀμφίθετος καὶ ἀπύρωτος ψυχρήλατος ἐπὶ πῦρ οὐκ ἐπιτιθεμένη, καθότι καὶ λέβητα καλεῖ ποιητὴς τὸν μὲν ἐμπυριβήτην, τὸν δὲ ἄπυρον· κὰδ δὲ λέβητʼ ἄπυρον βοὸς ἄξιον ἀνθεμόεντα, τὸν δεχόμενον ἴσως ὕδωρ ψυχρόν, ὥστε καὶ τὴν φιάλην εἶναι χαλκίῳ προσεοικυῖαν ἐκπετάλῳ, δεχομένην ψυχρὸν ὕδωρ. τὴν δʼ ἀμφίθετον πότερα δύο βάσεις ἔχειν δεῖ νομίζειν ἐξ ἑκατέρου μέρους, τὸ μὲν ἀμφὶ σημαίνει τὸ περί, τοῦτο δʼ αὖ τὸ περιττόν; ὥστε λέγεσθαι τὴν περιττῶς πεποιημένην ἀμφίθετον, ἐπεὶ τὸ ποιῆσαι θεῖναι πρὸς τῶν ἀρχαίων ἐλέγετο. δύναται δὲ καὶ ἐπὶ τὸν πυθμένα καὶ τὸ στόμα τιθεμένη· δὲ τοιαύτη θέσις τῶν φιαλῶν Ἰωνική ἐστι καὶ ἀρχαία. ἔτι γοῦν καὶ νῦν οὕτως Μασσαλιῆται τιθέασι τὰς φιάλας ἐπὶ πρόσωπον.
Kaibel Dialogi Personae
PLVTARCHVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License