DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 11

Paragraph
102

ΤΑΒΑΙΤΑΣ Ἀμύντας ἐν τῷ πρώτῳ τῶν τῆς Ἀσίας Σταθμῶν περὶ τοῦ ἀερομέλιτος καλουμένου διαλεγόμενος γράφει οὕτως· σὺν τοῖς φύλλοις δρέποντες συντιθέασιν εἰς παλάθης Συριακῆς τρόπον πλάττοντες, οἳ δὲ σφαίρας ποιοῦντες. καὶ ἐπειδὰν μέλλωσι προσφέρεσθαι, ἀποκλάσαντες ἀπʼ αὐτῶν ἐν τοῖς ξυλίνοις ποτηρίοις, οὓς καλοῦσι ταβαίτας, προβρέχουσι καὶ διηθήσαντες πίνουσι. καὶ ἔστιν ὅμοιον ὡς ἄν τις μέλι πίνοι διείς, τούτου δὲ καὶ πολὺ ἥδιον. ΤΡΑΓΕΛΑΦΟΣ. οὕτω τινὰ καλεῖται ποτήρια, ὧν μνημονεύει Ἄλεξις μὲν ἐν Κονιατῇ· κυμβία, φιάλαι, τραγέλαφοι, κύλικες. Εὔβουλος δʼ ἐν Κατακολλωμένῳ· ἀλλʼ εἰσὶ φιάλαι πέντε, τραγέλαφοι δύο. Μένανδρος δʼ ἐν Ἁλιεῖ φησι· τραγέλαφοι, λαβρώνιοι. Ἀντιφάνης Χρυσίδι· .. σατραποπλούτῳ δʼ, ὡς λέγουσι, νυμφίῳ, κεκτημένῳ τάλαντα, παῖδας, ἐπιτρόπους, ζεύγη, καμήλους, στρώματʼ, ἀργυρώματα, φιάλας, τριήρεις, τραγελάφους, καρχήσια, γαυλοὺς ὁλοχρύσους Β. πλοῖα; Α. τοὺς κάδους μὲν οὖν καλοῦσι γαυλοὺς πάντες οἱ προγάστορες. ΤΡΙΗΡΗΣ. ὅτι καὶ τριήρης εἶδος ἐκπώματος Ἐπίνικος ἐν Ὑποβαλλομέναις δεδήλωκε. προείρηται δὲ τὸ μαρτύριον ΥΣΤΙΑΚΟΝ ποτήριον ποιὸν Ῥίνθων ἐν Ἡρακλεῖ· ἐν ὑστιακῷ τε καθαρὸν ἐλατῆρα σὺ καθαρῶν τʼ ἀλήτων κἀλφίτων ἀπερρόφεις.
Kaibel Dialogi Personae
PLVTARCHVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License