DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 11

Paragraph
101

τὸ δὲ σκύφος ὠνομάσθη ἀπὸ τῆς σκαφίδος. καὶ τοῦτο δʼ ἐστὶν ὁμοίως ἀγγεῖον ξύλινον στρογγύλον γάλα καὶ ὀρὸν δεχόμενον, ὡς καὶ παρʼ Ὁμήρῳ λέγεται· ναῖον δʼ ὀρῷ ἄγγεα πάντα γαυλοί τε σκαφίδες τε τετυγμένα, τοῖς ἐνάμελγεν. εἰ μὴ σκύφος οἷον σκύθος τις διὰ τὸ τοὺς Σκύθας περαιτέρω τοῦ δέοντος μεθύσκεσθαι. Ἱερώνυμος δʼ Ῥόδιος ἐν τῷ περὶ Μέθης καὶ τὸ μεθύσαι σκυθίσαι φησί· συγγενὲς γὰρ εἶναι τὸ φ τῷ θ. ὕστερον δὲ κατὰ μίμησιν εἰργάσαντο κεραμέους τε καὶ ἀργυροῦς σκύφους. ὧν πρῶτοι μὲν ἐγένοντο καὶ κλέος ἔλαβον οἱ Βοιώτιοι λεγόμενοι, χρησαμένου κατὰ τὰς στρατείας πρώτου Ἡρακλέους τῷ γένει· διὸ καὶ Ἡρακλεωτικοὶ πρός τινων καλοῦνται. ἔχουσι μέντοι πρὸς τοὺς ἄλλους διαφοράν· ἔπεστι γὰρ ἐπὶ τῶν ὤτων αὐτοῖς λεγόμενος Ἡράκλειος δεσμός. μνημονεύει δὲ τῶν Βοιωτίων σκύφων Βακχυλίδης ἐν τούτοις ποιούμενος τὸν λόγον πρὸς τοὺς Διοσκόρους, καλῶν αὐτοὺς ἐπὶ ξένια· οὐ βοῶν πάρεστι σώματʼ οὔτε χρυσὸς οὔτε πορφύρεοι τάπητες, ἀλλὰ θυμὸς εὐμενὴς Μοῦσά τε γλυκεῖα καὶ Βοιωτίοισιν ἐν σκύφοισιν οἶνος ἡδύς. διήνεγκαν δὲ μετὰ τοὺς Βοιωτίους οἱ Ῥοδιακοὶ λεγόμενοι Δαμοκράτους δημιουργήσαντος. τρίτοι δʼ εἰσὶν οἱ Συρακόσιοι. καλεῖται δʼ σκύφος ὑπὸ Ἠπειρωτῶν, ὥς φησι Σέλευκος, λυρτός, ὑπὸ δὲ Μηθυμναίων, ὡς Παρμένων φησὶν ἐν τῷ περὶ Διαλέκτου, σκύθος. ἐκαλεῖτο δὲ καὶ Δερκυλλίδας Λακεδαιμόνιος Σκύφος, ὥς φησιν Ἔφορος ἐν τῇ ὀκτωκαιδεκάτῃ λέγων οὕτως· Λακεδαιμόνιοι ἀντὶ Θίμβρωνος Δερκυλλίδαν ἔπεμψαν εἰς τὴν Ἀσίαν, ἀκούοντες ὅτι πάντα πράττειν εἰώθασιν οἱ περὶ τὴν Ἀσίαν βάρβαροι μετὰ ἀπάτης καὶ δόλου. διόπερ Δερκυλλίδαν ἔπεμψαν ἥκιστα νομίζοντες ἐξαπατηθήσεσθαι· ἦν γὰρ οὐδὲν ἐν τῷ τρόπῳ Λακωνικὸν οὐδʼ ἁπλοῦν ἔχων, ἀλλὰ πολὺ τὸ πανοῦργον καὶ τὸ θηριῶδες. διὸ καὶ Σκύφον αὐτὸν οἱ Λακεδαιμόνιοι προσηγόρευον.
Kaibel Dialogi Personae
PLVTARCHVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License