DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 11

Paragraph
100

λάγυνον δὲ μέτρου λέγουσιν εἶναι ὄνομα παρὰ τοῖς Ἕλλησιν, ὡς χοὸς καὶ κοτύλης. χωρεῖν δʼ αὐτὸ κοτύλας Ἀττικὰς δώδεκα. καὶ ἐν Πάτραις δέ φασι τοῦτʼ εἶναι τὸ μέτρον τὴν λάγυνον. ἀρσενικῶς δὲ εἴρηκε τὸν λάγυνον Νικόστρατος μὲν ἐν Ἑκάτῃ· τῶν κατεσταμνισμένων ἡμῖν λαγύνων πηλίκοι τινές; Β. τρίχους. καὶ πάλιν· τὸν μεστὸν ἡμῖν φέρε λάγυνον. καὶ ἐν τῇ ἐπιγραφομένῃ Κλίνῃ· καὶ δυσχερὴς λάγυνος οὗτος πλησίον ὄξους. Δίφιλος ἐν Ἀνασῳζομένοις· λάγυνον ἔχω κενόν, γραῦ, θύλακον δὲ μεστόν. Λυγκεὺς δʼ Σάμιος ἐν τῇ πρὸς Διαγόραν Ἐπιστολῇ γράφει· καθʼ ὃν χρόνον ἐπεδήμησας ἐν Σάμῳ, Διαγόρα, πολλάκις οἶδά σε παραγινόμενον εἰς τοὺς παρʼ ἐμοὶ πότους, ἐν οἷς λάγυνος κατʼ ἄνδρα κείμενος οἰνοχοεῖτο, πρὸς ἡδονὴν διδοὺς ἑκάστῳ ποτήριον. Ἀριστοτέλης δʼ ἐν τῇ Θετταλῶν Πολιτείᾳ θηλυκῶς λέγεσθαί φησιν ὑπὸ Θετταλῶν τὴν λάγυνον. καὶ Ῥιανὸς ἐποποιὸς ἐν Ἐπιγράμμασιν· ἥμισυ μὲν πίσσης κωνίτιδος, ἥμισυ δʼ οἴνου, Ἀρχῖνʼ, ἀτρεκέως ἥδε λάγυνος ἔχει. λεπτοτέρης δʼ οὐκ οἶδʼ ἐρίφου κρέα· πλὴν γε πέμψας αἰνεῖσθαι πάντων ἄξιος Ἱπποκράτης. οὐδετέρως δὲ Δίφιλος ἐν Ἀδελφοῖς εἴρηκεν· τοιχωρύχον ἐκεῖνο καὶ τῶν δυναμένων λαγύνιον· ἔχον βαδίζειν εἰς τὰ γεύμαθʼ ὑπὸ μάλης, καὶ τοῦτο πωλεῖν μέχρι ἂν ὥσπερ ἐν ἐράνῳ εἷς λοιπὸς κάπηλος ἠδικημένος ὑπʼ οἰνοπώλου. τὸ δʼ ἐν Γηρυονηίδι Στησιχόρου ἔμμετρον ὡς τριλάγυνον τὴν τῶν τριῶν γενῶν ἀμφιβολίαν ἔχει. Ἐρατοσθένης δέ φησι λέγεσθαι τὴν πέτασον καὶ τὴν στάμνον ὑπό τινων.
Kaibel Dialogi Personae
PLVTARCHVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License