DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 11

Paragraph
10

πρὸς οὓς λεκτέον ὅτι τρόποι εἰσὶ πόσεων κατὰ πόλεις ἴδιοι, ὡς Κριτίας παρίστησιν ἐν τῇ Λακεδαιμονίων Πολιτείᾳ διὰ τούτων· μὲν Χῖος καὶ Θάσιος ἐκ μεγάλων κυλίκων ἐπιδέξια, δʼ Ἀττικὸς ἐκ μικρῶν ἐπιδέξια, δὲ Θετταλικὸς ἐκπώματα προπίνει ὅτῳ ἂν βούλωνται μεγάλα. Λακεδαιμόνιοι δὲ τὴν παρʼ αὑτῷ ἕκαστος πίνει, δὲ παῖς οἰνοχόος ὅσον ἂν ἀποπίῃ. τοῦ δʼ ἐπιδέξια πίνειν μνημονεύει καὶ Ἀναξανδρίδης ἐν Ἀγροίκοις οὕτως· τίνα δὴ παρεσκευασμένοι πίνειν τρόπον ἐστὲ νυνί, λέγεθʼ. Β. ὅντινα τρόπον ἡμεῖς; τοιοῦτον οἷον ἂν καὶ σοὶ δοκῇ. Α. βούλεσθε δήπου τὸν ἐπιδέξιʼ, πάτερ, λέγειν ἐπὶ τῷ πίνοντι. Β. τὸν ἐπιδέξια λέγειν; Ἄπολλον, ὡσπερεὶ τεθνηκότι.
Kaibel Dialogi Personae
PLVTARCHVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License