DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 11

Paragraph
1

Ἄγε δή, τίς ἀρχὴ τῶν λόγων γενήσεται; κατὰ τὸν κωμῳδιοποιὸν Κηφισόδωρον, ἑταῖρε Τιμόκρατες. συναχθέντων γὰρ ἡμῶν καθʼ ὥραν μετὰ σπουδῆς διὰ τὰ ἐκπώματα Οὐλπιανός, ἔτι καθημένων ἁπάντων, πρὶν καί τι διαλεχθῆναι ἔφη· παρὰ μὲν τῷ Ἀδράστῳ, ἄνδρες φίλοι, καθίσαντες οἱ ἀριστεῖς δειπνοῦσιν, δὲ Πολύιδος ἱερὰ θύων ἐν ὁδῷ παραπορευόμενον τὸν Πετεὼ κατέσχεν καὶ κατακλίνας ἐν τῇ πόᾳ θαλλίαν τε κατακλάσας ἀντὶ τραπέζης παρέθηκε τῶν τυθέντων. καὶ τῷ Αὐτολύκῳ ἐλθόντι Ἰθάκης ἐς πίονα δῆμον τροφὸς καθημένῳ δηλονότι οὕτως γὰρ ἐδείπνουν οἱ τότε τὸν Ὀδυσσέα, φησὶν ποιητής, παῖδα νέον γεγαῶτα κιχήσατο θυγατέρος ἧς, τόν ῥά οἱ Εὐρύκλεια φίλοις ἐπὶ γούνασι θῆκε παυομένῳ δόρποιο ἐκάθισεν ἐπὶ τῶν γονάτων καὶ οὐχὶ παρὰ τοῖς γόνασιν ἔστησεν. ἡμεῖς οὖν μὴ διατρίβωμεν, ἀλλʼ ἤδη κατακλινώμεθα, ἵνʼ ἡμῖν Πλούταρχος περὶ ὧν ἐπαγγέλλεται ποτηρίων ἀποδοὺς τὸν λόγον καὶ τὰς κύλικας πλήρεις ἅπασι προπίῃ.
Kaibel Dialogi Personae
PLVTARCHVS
VLPIANVS

Meineke Index Scriptorum
Cephisodorus
Homerus

Simonides

Alignment

 

Digital Athenaeus Project     Creative Commons License