DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 10

Paragraph
9

Νικόλαος δʼ περιπατητικὸς ἐν τῇ τρίτῃ πρὸς ταῖς ἑκατὸν τῶν ἱστοριῶν Μιθριδάτην φησὶ τὸν Ποντικὸν βασιλέα προθέντα ἀγῶνα πολυφαγίας καὶ πολυποσίας (ἦν δὲ τὸ ἆθλον τάλαντον ἀργυρίου) ἀμφότερα νικῆσαι. τοῦ μέντοι ἄθλου ἐκστῆναι τῷ μετʼ αὐτὸν κριθέντι Καλαμόδρυι τῷ Κυζικηνῷ ἀθλητῇ. καὶ Τιμοκρέων δʼ Ῥόδιος ποιητὴς καὶ ἀθλητὴς πένταθλος ἄδην ἔφαγε καὶ ἔπιεν, ὡς τὸ ἐπὶ τοῦ τάφου αὐτοῦ ἐπίγραμμα δηλοῖ· πολλὰ πιὼν καὶ πολλὰ φαγὼν καὶ πολλὰ κάκʼ εἰπὼν ἀνθρώπους κεῖμαι Τιμοκρέων Ῥόδιος. Θρασύμαχος δʼ Χαλκηδόνιος ἔν τινι τῶν προοιμίων τὸν Τιμοκρέοντά φησιν ὡς μέγαν βασιλέα ἀφικόμενον καὶ ξενιζόμενον παρʼ αὐτῷ πολλὰ ἐμφορεῖσθαι. πυθομένου δὲ τοῦ βασιλέως τι ἀπὸ τούτων ἐργάζοιτο, εἶπε Περσῶν ἀναριθμήτους συγκόψειν. καὶ τῇ ὑστεραίᾳ πολλοὺς καθʼ ἕνα νικήσας μετὰ τοῦτο ἐχειρονόμησε. πυνθανομένου δὲ τὴν πρόφασιν ὑπολείπεσθαι ἔφη τοσαύτας, εἰ προσίοι τις, πληγάς. Κλέαρχος δʼ ἐν πέμπτῳ βίων Καντιβάρι φησὶ τῷ Πέρσῃ, ὁπότε κοπιάσειε τὰς σιαγόνας ἐσθίων, κεχηνότι καθάπερ εἰς ἄψυχον ἀγγεῖον εἰσαντλεῖν τὴν τροφὴν τοὺς οἰκείους. Ἑλλάνικος δʼ ἐν αʹ Δευκαλιωνείας Ἐρυσίχθονά φησι τὸν Μυρμιδόνος, ὅτι ἦν ἄπληστος βορᾶς, Αἴθωνα κληθῆναι. Πολέμων δʼ ἐν αʹ τῶν πρὸς Τίμαιον παρὰ Σικελιώταις φησὶν Ἀδηφαγίας ἱερὸν εἶναι καὶ Σιτοῦς Δήμητρος ἄγαλμα, οὗ πλησίον ἱδρῦσθαι καὶ Ἱμαλίδος, καθάπερ ἐν Δελφοῖς ερμούχου, ἐν δὲ Σκώλῳ τῷ Βοιωτιακῷ Μεγαλάρτου καὶ Μεγαλομάζου.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License