DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 10

Paragraph
87

ταῦτα μὲν οὖν Κλέαρχος εἴρηκε. καὶ προβάλλειν δεῖ τοιαῦτά τινα εἶναι ἡγοῦμαι· στίχον εἰπεῖν Ὁμηρικὸν ἀπὸ τοῦ ἄλφα ἀρχόμενον καὶ εἰς τὸ αὐτὸ στοιχεῖον καταλήγοντα· ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα ἀλλʼ ἄγε νῦν μάστιγα καὶ ἡνία σιγαλόεντα ἀσπίδας εὐκύκλους λαισήιά τε πτερόεντα καὶ πάλιν ὁμοίως ἰαμβεῖα· ἀγαθὸς ἀνὴρ λέγοιτʼ ἂν φέρων τἀγαθά. ἀγαθὸς ἂν εἴη χὠ φέρων καλῶς κακά. Ὁμηρικοὶ ἀπὸ τοῦ ε ἐπὶ τὸ ε· εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε ἐν πόλει ὑμετέρῃ, ἐπεὶ οὐκ ἄρʼ ἔμελλον ἔγωγε ὁμοίως καὶ ἰαμβεῖα· εὐκαταφρόνητός ἐστι πενία, Δερκύλε. ἐπὶ τοῖς παροῦσι τὸν βίον .. διάπλεκε. Ὁμήρου ἀπὸ η ἐπὶ τὸ η· μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη γλαυκῶπις Ἀθήνη δʼ ἐν γούνασι πῖπτε Διώνης δῖʼ Ἀφροδίτη ἴαμβοι· τῶν φίλων σοι πίστις ἔστω κεκριμένη. ἀπὸ τοῦ ι ἐπὶ τὸ ι Ὁμήρου· Ἰλίου ἐξαπολοίατʼ ἀκήδεστοι καὶ ἄφαντοι Ἱππόλοχος δέ μʼ ἔτικτε καὶ ἐκ τοῦ φημι γενέσθαι· ἀπὸ τοῦ σ εἰς τὸ σ· συμπάντων Δαναῶν, οὐδʼ ἢν Ἀγαμέμνονα εἴπῃς σοφός ἐστιν φέρων τἀπὸ τῆς τύχης καλῶς. ἀπὸ τοῦ ω εἰς τὸ ω· ὡς δʼ ὅτʼ ἀπʼ Οὐλύμπου νέφος ἔρχεται οὐρανὸν εἴσω ὠρθωμένην πρὸς ἅπαντα τὴν ψυχὴν ἔχω. προβάλλειν δὲ δεῖ καὶ στίχους ἀσίγμους οἷον πάντʼ ἐθέλω δόμεναι καὶ ἔτʼ οἰκόθεν ἄλλʼ ἐπιθεῖναι. καὶ πάλιν στίχους Ὁμηρικοὺς ἀπὸ τῆς πρώτης συλλαβῆς καὶ τῆς ἐσχάτης δηλοῦντας ὄνομα οἷον· Αἴας δʼ ἐκ Σαλαμῖνος ἄγεν δύο καὶ δέκα νῆας. Αἴας. Φυλείδης, ὃν τίκτε Διὶ φίλος ἱππότα Φυλεύς. Φυλεύς. ἰητῆρʼ ἀγαθώ, Ποδαλείριος ἠδὲ Μαχάων. Ἴων εἰσὶ καὶ ἄλλοι στίχοι Ὁμηρικοὶ δηλοῦντες σκευῶν ὀνόματα ἀπὸ τῆς πρώτης καὶ ἐσχάτης συλλαβῆς οἷον· ὀλλυμένων Δαναῶν ὀλοφύρεται ἐν φρεσὶ θυμός. ὅλμος. μυθεῖται κατὰ μοῖραν ἅπερ κʼ οἴοιτο καὶ ἄλλος. μύλος. λυγρὸς ἐὼν μή που τι κακὸν καὶ μεῖζον ἐπαύρῃ. λύρη. ἄλλοι στίχοι δηλοῦντες ἀπὸ τῆς ἀρχῆς καὶ τοῦ τέλους τῶν ἐδωδίμων τί· ἀργυρόπεζα Θέτις, θυγάτηρ ἁλίοιο γέροντος. ἄρτος. μή τι σὺ ταῦτα ἕκαστα διείρεο μηδὲ μετάλλα. μῆλα.
Kaibel Index Scriptorum
HOMERVS
INCERTI

ANTIPHANES
Kaibel Dialogi Personae
LARENSIS

Meineke Index Scriptorum
Anonymi poetae

Antiphanes

Alignment

 

Digital Athenaeus Project     Creative Commons License