DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 10

Paragraph
85

τοιοῦτόν ἐστι καὶ τὸ Θεόγνιδος τοῦ ποιητοῦ· ἤδη γάρ με κέκληκε θαλάσσιος οἴκαδε νεκρός, τεθνηκὼς ζῳῷ φθεγγόμενος στόματι. σημαίνει γὰρ κόχλον. τοιοῦτον δʼ ἐστὶν καὶ τὸ ῥήματα λέγειν ἀνθρώπων ὀνόμασιν ὅμοια, οἷον· λαβὼν ἀριστόνικον ἐν μάχῃ κράτος. καὶ τὸ περιφερόμενον· πέντʼ ἄνδρες δέκα ναυσὶ κατέδραμον εἰς ἕνα χῶρον, ἐν δὲ λίθοις ἐμάχοντο, λίθον δʼ οὐκ ἦν ἀνελέσθαι· δίψῃ δʼ ἐξώλλυντο, ὕδωρ δʼ ὑπερεῖχε γενείου.
Kaibel Dialogi Personae
LARENSIS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License