DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 10

Paragraph
83

ἔστιν εὐπορῆσαι καὶ ἄλλων γρίφων· ἐν Φανερᾷ γενόμαν, πάτραν δέ μου ἁλμυρὸν ὕδωρ ἀμφὶς ἔχει· μήτηρ δʼ ἔστʼ ἀριθμοῖο πάις. Φανερᾷ μὲν οὖν λέγει τῇ Δήλῳ, ἥτις ὑπὸ θαλάσσης περιέχεται, μήτηρ δʼ Λητώ, ἥτις Κοίου ἐστὶ θυγάτηρ· Μακεδόνες δὲ τὸν ἀριθμὸν κοῖον προσαγορεύουσι. καὶ ἐπὶ τῆς πτισάνης· κριθῆς ἀφλοίου χυλὸν ὀργάσας πίε. πεποίηται δὲ τῆς πτισάνης τοὔνομα ἀπὸ τοῦ πτίσσειν καὶ ἀνεῖν. καὶ ἐπὶ τοῦ κοχλίου· φέρεται δὲ τοῦτο καὶ ἐν τοῖς Τεύκρου Ὁρισμοῖς· ζῷον ἄπουν ἀνάκανθον ἀνόστεον ὀστρακόνωτον ὄμματά τʼ ἐκκύπτοντα προμήκεα κεἰσκύπτοντα. Ἀντιφάνης δʼ ἐν Αὑτοῦ ἐρῶντί φησι· τροφαλίδας τε λινοσάρκους. μανθάνεις; τυρὸν λέγω. Ἀναξανδρίδης Αἰσχρᾷ· ἀρτίως διηρτάμηκε, καὶ τὰ μὲν διανεκῆ σώματος μέρη δαμάζετʼ ἐν πυρικτίτῳ στέγᾳ· Τιμόθεος ἔφη ποτʼ, ἄνδρες, τὴν χύτραν οἶμαι λέγων. Τιμοκλῆς δʼ ἐν Ἥρωσιν· ὡς δʼ ἦν ἠρμένη βίου τιθήνη, πολεμία λιμοῦ, φύλαξ φιλίας, ἰατρὸς ἐκλύτου βουλιμίας, τράπεζα. Β. περιέργως γε, νὴ τὸν οὐρανόν· ἐξὸν φράσαι τράπεζα συντόμως. Πλάτων δʼ ἐν τῷ Ἀδώνιδι χρησμὸν δοθῆναι λέγων Κινύρᾳ ὑπὲρ Ἀδώνιδος τοῦ υἱοῦ φησιν· Κινύρα, βασιλεῦ Κυπρίων, ἀνδρῶν δασυπρώκτων, παῖς σοι κάλλιστος μὲν ἔφυ θαυμαστότατός τε πάντων ἀνθρώπων, δύο δʼ αὐτὸν δαίμονʼ ὀλεῖτον, μὲν ἐλαυνομένη λαθρίοις ἐρετμοῖς, δʼ ἐλαύνων. λέγει δʼ Ἀφροδίτην καὶ Διόνυσον· ἀμφότεροι γὰρ ἤρων τοῦ Ἀδώνιδος. καὶ τὸ τῆς Σφιγγὸς δὲ αἴνιγμα Ἀσκληπιάδης ἐν τοῖς Τραγῳδουμένοις τοιοῦτον εἶναί φησιν· ἔστι δίπουν ἐπὶ γῆς καὶ τετράπον, οὗ μία φωνή, καὶ τρίπον, ἀλλάσσει δὲ φύσιν μόνον ὅσσʼ ἐπὶ γαῖαν ἑρπετὰ γίνονται καὶ ἀνʼ αἰθέρα καὶ κατὰ πόντον· ἀλλʼ ὁπόταν πλείστοισιν ἐρειδόμενον ποσὶ βαίνῃ, ἔνθα τάχος γυίοισιν ἀφαυρότατον πέλει αὑτοῦ.
Kaibel Dialogi Personae
LARENSIS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License