DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 10

Paragraph
82

Πίνδαρος δὲ πρὸς τὴν ἀσιγμοποιηθεῖσαν ᾠδήν, ὡς αὐτός φησι Κλέαρχος, οἱονεὶ γρίφου τινὸς ἐν μελοποιίᾳ προβληθέντος, ὡς πολλῶν τούτῳ προσκρουόντων διὰ τὸ ἀδύνατον εἶναι ἀποσχέσθαι τοῦ σίγμα καὶ διὰ τὸ μὴ δοκιμάζειν, ἐποίησε· πρὶν μὲν εἷρπε σχοινοτένειά τʼ ἀοιδὰ καὶ τὸ σὰν κίβδηλον ἀνθρώποις. ταῦτα σημειώσαιτʼ ἄν τις πρὸς τοὺς νοθεύοντας Λάσου τοῦ Ἑρμιονέως τὴν ἄσιγμον ᾠδήν, ἥτις ἐπιγράφεται Κένταυροι. καὶ εἰς τὴν Δήμητρα δὲ τὴν ἐν Ἑρμιόνῃ ποιηθεὶς τῷ Λάσῳ ὕμνος ἄσιγμός ἐστιν, ὥς φησιν Ἡρακλείδης Ποντικὸς ἐν τρίτῳ περὶ μουσικῆς, οὗ ἐστιν ἀρχή· Δάματρα μέλπω Κόραν τε Κλυμένοιʼ ἄλοχον.
Kaibel Index Scriptorum
LASVS
PINDARVS

HERACLIDES
INCERTI
Kaibel Dialogi Personae
LARENSIS

Meineke Index Scriptorum
Clearchus
Lasus
Pindarus

Heraclides

Alignment

 

Digital Athenaeus Project     Creative Commons License