DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 10

Paragraph
81

Νεοπτόλεμος δὲ Παριανὸς ἐν τῷ περὶ ἐπιγραμμάτων ἐν Χαλκηδόνι φησὶν ἐπὶ τοῦ Θρασυμάχου τοῦ σοφιστοῦ μνήματος ἐπιγεγράφθαι τόδε τὸ ἐπίγραμμα· τοὔνομα θῆτα ῥῶ ἄλφα σὰν μῦ ἄλφα χεῖ οὖ σάν, πατρὶς Χαλκηδών· δὲ τέχνη σοφίη. τὸ δὲ Καστορίωνος τοῦ Σολέως, ὡς Κλέαρχός φησιν, εἰς τὸν Πᾶνα ποίημα τοιοῦτόν ἐστι· τῶν ποδῶν ἕκαστος ὅλοις ὀνόμασιν περιειλημμένος πάντας ὁμοίως ἡγεμονικοὺς καὶ ἀκολουθητικοὺς ἔχει τοὺς πόδας, οἷον· σὲ τὸν βολαῖς νιφοκτύποις δυσχείμερον ναίονθʼ ἕδραν, θηρονόμε Πάν, χθόνʼ Ἀρκάδων κλήσω γραφῆι τῆιδʼ ἐν σοφῆι πάγκλειτʼ ἔπη συνθείς, ἄναξ, δύσγνωστα μὴ σοφῶι κλύειν, μουσοπόλε θήρ, κηρόχυτον ὃς μείλιγμʼ ἱεῖς, καὶ τὰ λοιπὰ τὸν αὐτὸν τρόπον. τούτων δὲ ἕκαστον τῶν ποδῶν, ὡς ἂν τῇ τάξει θῇς, τὸ αὐτὸ μέτρον ἀποδώσει, οὕτως· σὲ τὸν βολαῖς νιφοκτύποις δυσχείμερον, νιφοκτύποις σὲ τὸν βολαῖς δυσχείμερον. καὶ ὅτι τῶν ποδῶν ἕκαστός ἐστι ἑνδεκαγράμματος. ἔστι καὶ μὴ τοῦτον τὸν τρόπον ἀλλʼ ἑτέρως ποιῆσαι, ὥστε πλείω πρὸς τὴν χρῆσιν ἐκ τοῦ ἑνὸς ἔχειν οὕτω λέγοντας· μέτρον φράσον μοι τῶν ποδῶν μέτρον λαβών. λαβὼν μέτρον μοι τῶν ποδῶν μέτρον φράσον. οὐ βούλομαι γὰρ τῶν ποδῶν μέτρον λαβεῖν. λαβεῖν μέτρον γὰρ τῶν ποδῶν οὐ βούλομαι.
Kaibel Dialogi Personae
LARENSIS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License