DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 10

Paragraph
78

τῷ δὲ Θεοδέκτῃ παραπλησίως ἔπαιζε γρίφους καὶ Δρομέας Κῷος, ὥς φησι Κλέαρχος, καὶ Ἀριστώνυμος ψιλοκιθαριστής, ἔτι δὲ Κλέων μίμαυλος ἐπικαλούμενος, ὅσπερ καὶ τῶν Ἰταλικῶν μίμων ἄριστος γέγονεν αὐτοπρόσωπος ὑποκριτής· καὶ γὰρ Νυμφοδώρου περιῆν ἐν τῷ μνημονευομένῳ μίμῳ. τούτου δὲ καὶ Ἰσχόμαχος κῆρυξ ἐγένετο ζηλωτής, ὃς ἐν τοῖς κύκλοις ἐποιεῖτο τὰς μιμήσεις· ὡς δʼ εὐδοκίμει, μεταβὰς ἐν τοῖς θαύμασιν ὑπεκρίνετο μίμους. τοιοῦτοι δʼ ἦσαν οὓς ἐποίουν γρίφους, οἷον ἀγροίκου τινὸς ὑπερπλησθέντος καὶ κακῶς ἔχοντος, ὡς ἠρώτα αὐτὸν ἰατρὸς μὴ εἰς ἔμετον ἐδείπνησεν, οὐκ ἔγωγε, εἰπεῖν, ἀλλʼ εἰς τὴν κοιλίαν. καὶ πτωχῆς τινος τὴν γαστέρα πονούσης, ἐπεὶ ἰατρὸς ἐπυνθάνετο μὴ ἐν γαστρὶ ἔχει, πῶς γάρ, εἶπε, τριταία μὴ βεβρωκυῖα; τῶν Ἀριστωνυμ......ων δʼ ἦν εὐπαρύφων λόγων. καὶ Σωσιφάνης ποιητὴς εἰς Κηφισοκλέα τὸν ὑποκριτὴν εἶπεν λοιδορῶν αὐτὸν ὡς εὐρύστομον· ἐνέβαλον γὰρ ἄν σου, φησίν, εἰς τὰ ἰσχία λίθον, εἰ μὴ καταρραίνειν ἔμελλον τοὺς περιεστηκότας. ἀρχαιότατος δʼ ἐστὶ λογικὸς γρῖφος καὶ τῆς τοῦ γριφεύειν φύσεως οἰκειότατος· τί πάντες οὐκ ἐπιστάμενοι διδάσκομεν; καί τί ταὐτὸν οὐδαμοῦ καὶ πανταχοῦ; καὶ πρὸς τούτοις τί ταὐτὸν ἐν οὐρανῷ καὶ ἐπὶ γῆς καὶ ἐν θαλάττῃ; τοῦτο δʼ ἐστὶν ὁμωνυμία· καὶ γὰρ ἄρκτος καὶ ὄφις καὶ αἰετὸς καὶ κύων ἐστὶν ἐν οὐρανῷ καὶ ἐν γῇ καὶ ἐν θαλάσσῃ. τὸ δὲ χρόνον σημαίνει· ἅμα γὰρ παρὰ πᾶσιν αὐτὸς καὶ οὐδαμοῦ διὰ τὸ μὴ ἐν ἑνὶ τόπῳ τὴν φύσιν ἔχειν. τὸ δὲ προάγον ἐστὶ ψυχὰς ἔχειν· τοῦτο γὰρ οὐθεὶς ἡμῶν ἐπιστάμενος διδάσκει τὸν πλησίον.
Kaibel Index Scriptorum
CLEARCHVS

CALLIAS
PYTHAGORAE
Kaibel Dialogi Personae
LARENSIS

Meineke Index Scriptorum
Clearchus
Sosiphanes

Alignment

 

Digital Athenaeus Project     Creative Commons License