πολλοὶ δὲ τῶν γρίφων καὶ τοιοῦτοί τινές εἰσιν οἷον· ἄνδρʼ εἶδον πυρὶ χαλκὸν ἐπʼ ἀνέρι κολλήσαντα οὕτω συγκόλλως ὥστε σύναιμα ποιεῖν. τοῦτο δὲ σημαίνει σικύας προσβολήν. καὶ τὸ Πανάρκους δʼ ἐστὶ τοιοῦτον, ὥς φησι Κλέαρχος ἐν τῷ περὶ γρίφων, ὅτι βάλοι ξύλῳ τε καὶ οὐ ξύλῳ καθημένην ὄρνιθα καὶ οὐκ ὄρνιθα ἀνήρ τε κοὐκ ἀνὴρ λίθῳ τε καὶ οὐ λίθῳ. τούτων γάρ ἐστι τὸ μὲν νάρθηξ, τὸ δὲ νυκτερίς, τὸ δὲ εὐνοῦχος, τὸ δὲ κίσηρις. καὶ Πλάτων δʼ ἐν πέμπτῳ Νόμων μνημονεύει· τοὺς τῶν τεχνυδρίων φιλοσόφους τοῖς ἐν ταῖς ἑστιάσεσιν ἔφη ἐπαμφοτερίζουσιν ἐοικέναι καὶ τῷ τῶν παίδων αἰνίγματι τῷ περὶ τοῦ εὐνούχου τῆς βολῆς πέρι τῆς νυκτερίδος, ᾧ καὶ ἐφʼ οὗ αὐτὸν αὐτὴν αἰνίττονται βαλεῖν.
|