DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 10

Paragraph
74

Δίφιλος δʼ ἐν Θησεῖ τρεῖς ποτε κόρας Σαμίας φησὶν Ἀδωνίοισιν γριφεύειν παρὰ πότον· προβαλεῖν δʼ αὐταῖσι τὸν γρῖφον, τί πάντων ἰσχυρότατον; καὶ τὰν μὲν εἰπεῖν σίδηρος, καὶ φέρειν τούτου λόγου τὰν ἀπόδειξιν, διότι τούτῳ πάντʼ ὀρύσσουσίν τε καὶ τέμνουσι καὶ χρῶντʼ εἰς ἅπαντα. εὐδοκιμούσᾳ δʼ ἐπάγειν τὰν δευτέραν φάσκειν τε τὸν χαλκέα πολὺ κρείττω φέρειν ἰσχύν· ἐπεὶ τοῦτον κατεργαζόμενον καὶ τὸν σίδαρον τὸν σφοδρὸν κάμπτειν, μαλάσσειν, τι ἂν χρήζῃ ποεῖν. τὰν δὲ τρίταν ἀποφῆναι πέος ἰσχυρότατον πάντων, διδάσκειν δʼ ὅτι καὶ τὸν χαλκέα στένοντα πυγίζουσι τούτῳ. Ἀχαιὸς δʼ Ἐρετριεὺς γλαφυρὸς ὢν ποιητὴς περὶ τὴν σύνθεσιν ἔσθʼ ὅτε καὶ μελαίνει τὴν φράσιν καὶ πολλὰ αἰνιγματωδῶς ἐκφέρει, ὥσπερ ἐν Ἴριδι σατυρικῇ. λέγει γάρ· λιθάργυρος δʼ ὄλπη παρῃωρεῖτο χρίματος πλέα τὸν Σπαρτιάτην γραπτὸν κύρβιν ἐν διπλῷ ξύλῳ. τὸν γὰρ λευκὸν ἱμάντα βουληθεὶς εἰπεῖν, ἐξ οὗ ἀργυρᾶ λήκυθος ἐξήρτητο, Σπαρτιάτην γραπτὸν ἔφη κύρβιν ἀντὶ τοῦ Σπαρτιᾶτιν σκυτάλην. ὅτι δὲ λευκῷ ἱμάντι περιειλοῦντες τὴν σκυτάλην οἱ Λάκωνες ἔγραφον ἠβούλοντο εἴρηκεν ἱκανῶς Ἀπολλώνιος Ῥόδιος ἐν τῷ περὶ Ἀρχιλόχου καὶ Στησίχορος δʼ ἐν Ἑλένῃ λιθάργυρον ποδονιπτῆρα ἔφη. Ἴων δὲ ἐν Φοίνικι Καινεῖ δρυὸς ἱδρῶτα εἴρηκε τὸν ἰξὸν ἐν τούτοις· δρυός μʼ ἱδρὼς καὶ θαμνομήκης ῥάβδος τʼ Αἰγυπτία βόσκει λινουλκὸς χλαῖνα, θήραγρος πέδη.
Kaibel Dialogi Personae
LARENSIS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License