DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 10

Paragraph
70

περὶ δὲ τῶν γρίφων Ἀντιφάνης μὲν ἐν Κνοιθιδεῖ Γάστρωνί φησιν· ἐγὼ πρότερον μὲν τοὺς κελεύοντας λέγειν γρίφους παρὰ πότον ᾠόμην ληρεῖν σαφῶς, λέγοντας οὐδέν· ὁπότε προστάξειέ τις εἰπεῖν ἐφεξῆς τι φέρων τις μὴ φέρει, ἐγέλων νομίζων λῆρον οὐκ ἂν γενόμενον οὐδέποτέ γʼ, οἶμαι, πρᾶγμα παντελῶς λέγειν, ἐνέδρας δʼ ἕνεκα. νυνὶ δὲ τοῦτʼ ἔγνωχʼ ὅτι ἀληθὲς ἦν· φέρομεν γὰρ ἄνθρωποι δέκα ἔρανόν τινʼ, οὐ φέρει δὲ τούτων τὴν φορὰν οὐδείς. σαφῶς οὖν τι φέρων τις μὴ φέρει, τοῦτʼ ἔστιν, ἦν θʼ γρῖφος ἐνταῦθα ῥέπων. καὶ τοῦτο μὲν δὴ κἄστι συγγνώμην ἔχον· ἀλλʼ οἷα λογοποιοῦσιν ἐν τῷ πράγματι οἱ τἀργύριον μὴ κατατιθέντες, ὡς σφόδρα Φίλιππος ἦν ἄρʼ εὐτυχής τις, νὴ Δία. ἐν δὲ Ἀφροδισίῳ· πότερʼ ὅταν μέλλω λέγειν σοι τὴν χύτραν, χύτραν λέγω τροχοῦ ῥύμαισι τευκτὸν κοιλοσώματον κύτος, πλαστὸν ἐκ γαίης, ἐν ἄλλῃ μητρὸς ὀπτηθὲν στέγῃ, νεογενοῦς ποίμνης δʼ ἐν αὑτῇ πνικτὰ γαλατοθρέμμονα, τακεροχρῶτʼ εἴδη κύουσαν; Β. Ἡράκλεις, ἀποκτενεῖς ἆρά μʼ, εἰ μὴ γνωρίμως μοι πάνυ φράσεις κρεῶν χύτραν. Α. εὖ λέγεις. ξουθῆς μελίσσης νάμασιν δὲ συμμιγῆ μηκάδων αἰγῶν ἀπόρρουν θρόμβον, ἐγκαθειμένον εἰς πλατὺ στέγαστρον ἁγνῆς παρθένου Δηοῦς κόρης, λεπτοσυνθέτοις τρυφῶντα μυρίοις καλύμμασιν, σαφῶς πλακοῦντα φράζω σοι; Β. πλακοῦντα βούλομαι. Α. Βρομιάδος δʼ ἱδρῶτα πηγῆς; Β. οἶνον εἰπὲ συντεμών. Α. λιβάδα νυμφαίαν δροσώδη; Β. παραλιπὼν ὕδωρ φάθι. Α. κασιόπνουν δʼ αὔραν διʼ αἴθρας; Β. σμύρναν εἰπέ, μὴ μακράν. Α. μηδὲ τοιοῦτʼ ἄλλο μηδέν; Β. μηδὲ τοὔμπαλιν λέγων, ὅτι δοκεῖ τοῦτʼ ἔργον εἶναι μεῖζον, ὥς φασίν τινες, αὐτὸ μὲν μηδέν, παρʼ αὐτὸ δʼ ἄλλα συστρέφειν πυκνά.
Kaibel Index Scriptorum
ANTIPHANES

ALEXIS
CLEARCHVS
Kaibel Dialogi Personae
LARENSIS

Meineke Index Scriptorum
Antiphanes

Alexis

Alignment

 

Digital Athenaeus Project     Creative Commons License