DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 10

Paragraph
7

Ἡράκλειτος δʼ ἐν τῷ Ξενίζοντι Ἑλένην φησί τινα γυναῖκα πλεῖστα βεβρωκέναι. Ποσείδιππος δʼ ἐν ἐπιγράμμασι Φυρόμαχον, εἰς ὃν καὶ τόδʼ ἐπέγραψε· Φυρόμαχον τὸν πάντα φαγεῖν βορόν, οἷα κορώνην παννυχικήν, αὕτη ῥωγὰς ἔχει κάπετος χλαίνης ἐν τρύχει Πελληνίδος. ἀλλὰ σὺ τούτου καὶ χρῖε στήλην, Ἀττικέ, καὶ στεφάνου, εἴ ποτέ σοι προκύων συνεκώμασεν. ἦλθε δʼ μαυρὰ βλέψας ἐκ πελίων νωδὸς ἐπισκυνίων, τριχιδιφθερίας, μονολήκυθος· ἐκ γὰρ ἀγώνων τῶν τότε ληναικὴν ἦλθʼ ὑπὸ Καλλιόπην. Ἀμάραντος δὲ Ἀλεξανδρεὺς ἐν τοῖς περὶ σκηνῆς Ἡρόδωρόν φησι τὸν Μεγαρέα σαλπιγκτὴν γενέσθαι τὸ μὲν μέγεθος πηχῶν τριῶν καὶ ἡμίσους, εἶναι δὲ καὶ τὰς πλευρὰς ἰσχυρόν· ἐσθίειν δὲ ἄρτων μὲν χοίνικας ἕξ, κρεῶν δὲ λίτρας εἴκοσιν οἵων ἂν εὑρήκῃ, πίνειν δὲ χοᾶς δύο καὶ σαλπίζειν ἅμα σάλπιγξι δυσί. κοιμᾶσθαι δὲ ἔθος εἶχεν ἐπὶ λεοντῆς μόνης. ἐσήμαινε δὲ σαλπίζων μέγιστον. Ἄργος γοῦν πολιορκοῦντος Δημητρίου τοῦ Ἀντιγόνου καὶ οὐ δυναμένων τῶν στρατιωτῶν τὴν ἑλέπολιν προσαγαγεῖν τοῖς τείχεσι διὰ τὸ βάρος, ταῖς δύο σάλπιγξι σημαίνων ὑπὸ τῆς ἁδρότητος τοῦ ἤχου τοὺς στρατιώτας ἠνάγκασε προθυμηθέντας προσαγαγεῖν τὴν μηχανήν. ἐνίκησε δὲ τὴν περίοδον δεκάκις καὶ ἐδείπνει καθήμενος, ὡς ἱστορεῖ Νέστωρ ἐν τοῖς θεατρικοῖς ὑπομνήμασι. καὶ γυνὴ δὲ ἐσάλπισεν Ἀγλαὶς Μεγακλέους ἐν τῇ πρώτῃ ἀχθείσῃ μεγάλῃ πομπῇ ἐν Ἀλεξανδρείᾳ τὸ πομπικόν, περιθέτην ἔχουσα καὶ λόφον ἐπὶ τῆς κεφαλῆς, ὡς δηλοῖ Ποσείδιππος ἐν ἐπιγράμμασιν. ἤσθιε δὲ καὶ αὐτὴ λίτρας μὲν κρεῶν δώδεκα, ἄρτων δὲ χοίνικας τέσσαρας καὶ ἔπινεν οἴνου χοᾶ.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License