DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 10

Paragraph
69

μέλλοντος δέ τι τούτοις προστιθέναι τοῦ Οὐλπιανοῦ Αἰμιλιανὸς ἔφη· ὥρα ἡμῖν, ἄνδρες φίλοι, ζητεῖν τι καὶ περὶ γρίφων, ἵνα τι κἂν βραχὺ διαστῶμεν ἀπὸ τῶν ποτηρίων, οὐ κατὰ τὴν Καλλίου τοῦ Ἀθηναίου ἐπιγραφομένην γραμματικὴν τραγῳδίαν. ἀλλʼ ἡμεῖς ζητήσωμεν πρότερον μὲν τίς ὅρος τοῦ γρίφου, τίνα δὲ Κλεοβουλίνη Λινδία προὔβαλλεν ἐν τοῖς αἰνίγμασιν ἱκανῶς γὰρ εἴρηκε περὶ αὐτῶν ἑταῖρος ἡμῶν Διότιμος Ὀλυμπηνός, ἀλλὰ πῶς οἱ κωμῳδιοποιοὶ αὐτῶν μέμνηνται, καὶ τίνα κόλασιν ὑπέμενον οἱ μὴ λύσαντες. καὶ Λαρήνσιος ἔφη· μὲν Σολεὺς Κλέαρχος οὕτως ὁρίζεται· γρῖφος πρόβλημά ἐστι παιστικόν, προστακτικὸν τοῦ διὰ ζητήσεως εὑρεῖν τῇ διανοίᾳ τὸ προβληθὲν τιμῆς ἐπιζημίου χάριν εἰρημένον. ἐν δὲ τῷ περὶ γρίφων αὐτὸς Κλέαρχός φησιν ἑπτὰ εἴδη εἶναι γρίφων. ἐν γράμματι μέν, οἷον ἐροῦμεν ἀπὸ τοῦ ἄλφα, ὡς ὄνομά τι ἰχθύος φυτοῦ, ὁμοίως δὲ κἂν ἔχειν τι κελεύῃ τῶν γραμμάτων μὴ ἔχειν, καθάπερ οἱ ἄσιγμοι καλούμενοι τῶν γρίφων· ὅθεν καὶ Πίνδαρος πρὸς τὸ σ ἐποίησεν ᾠδήν, οἱονεὶ γρίφου τινὸς ἐν μελοποιίᾳ προβληθέντος. ἐν συλλαβῇ δὲ λέγονται γρῖφοι, οἷον ἐροῦμεν ἔμμετρον ὁτιδήποτε οὗ ἡγεῖται βα, οἷον βασιλεύς, ὧν ἔχει τελευτὴν τὸ ναξ, ὡς Καλλιάναξ, ὧν τὸν λέοντα καθηγεῖσθαι, οἷον Λεωνίδης, ἔμπαλιν τελικὸν εἶναι, οἷον Θρασυλέων. ἐν ὀνόματι δέ, οἷον ἐροῦμεν ὀνόματα ἁπλᾶ σύνθετα δισύλλαβα, οὗ μορφή τις ἐμφαίνεται τραγικὴ πάλιν ταπεινή, ἄθεα ὀνόματα, οἷον Κλεώνυμος, θεοφόρα, οἷον Διονύσιος, καὶ τοῦτο ἤτοι ἐξ ἑνὸς θεοῦ πλεόνων, οἷον Ἑρμαφρόδιτος· ἀπὸ Διὸς ἄρχεσθαι, Διοκλῆς, Ἑρμοῦ, Ἑρμόδωρος· λήγειν εἰ τύχοι εἰς νικος. οἱ δὲ μὴ εἰπόντες ὡς προσετάττετο ἔπινον τὸ ποτήριον. καὶ μὲν Κλέαρχος οὕτως ὡρίσατο· τί δέ ἐστι τοῦτο τὸ ποτήριον, καλέ μου Οὐλπιανέ, ζήτει.
Kaibel Dialogi Personae
LARENSIS

AEMILIANVS
VLPIANVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License