DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 10

Paragraph
68

τῷ δʼ ἡμετέρῳ χορῷ οἶνος φίλος θυρσοφόρος μέτα πρεσβεύων Διόνυσος, φησὶν Ἴων Χῖος ἐν τοῖς ἐλεγείοις· αὕτη γὰρ πρόφασις παντοδαπῶν λογίων· αἵ τε Πανελλήνων ἀγοραὶ θαλίαι τε ἀνάκτων, ἐξ οὗ βοτρυόεσσʼ οἰνὰς ὑποχθόνιον πτόρθον ἀνασχομένη θαλερῷ ἐπτύξατο πήχει αἰθέρος· ὀφθαλμῶν δʼ ἐξέθορον πυκινοὶ παῖδες, φωνήεντες ὅταν πέσῃ ἄλλος ἐπʼ ἄλλῳ, πρὶν δὲ σιωπῶσιν. παυσάμενοι δὲ βοῆς νέκταρ ἀμέλγονται, μόνον ὄλβιον ἀνθρώποισι ξυνόν, τοῦ χαίρειν φάρμακον αὐτοφυές. τοῦ θαλίαι φίλα τέκνα φιλοφροσύναι τε χοροί τε· τῶν ἀγαθῶν βασιλεὺς οἶνος ἔδειξε φύσιν. τοῦ σὺ πάτερ, Διόνυσε, φιλοστεφάνοισιν ἀρέσκων ἀνδράσιν, εὐθύμων συμποσίων πρύτανι, χαῖρε. δίδου δʼ αἰῶνα, καλῶν ἐπιήρανε ἔργων, πίνειν καὶ παίζειν καὶ τὰ δίκαια φρονεῖν. Ἄμφις δʼ ἐν Φιλαδέλφοις ἐπαινῶν τὸν τῶν φιλοποτῶν φησι βίον· κατὰ πόλλʼ ἐπαινῶ μᾶλλον ἡμῶν τὸν βίον τὸν τῶν φιλοποτῶν ἤπερ ὑμῶν τῶν μόνον ἐν τῷ μετώπῳ νοῦν ἔχειν εἰωθότων. μὲν γὰρ ἐπὶ τοῦ συντετάχθαι διὰ τέλους φρόνησις οὖσα διὰ τὸ λεπτῶς καὶ πυκνῶς πάντʼ ἐξετάζειν δέδιεν ἐπὶ τὰ πράγματα ὁρμᾶν προχείρως, δὲ διὰ τὸ μὴ σαφῶς τί ποτʼ ἀφʼ ἑκάστου πράγματος συμβήσεται διαλελογίσθαι δρᾷ τι καὶ νεανικὸν καὶ θερμόν.
Kaibel Dialogi Personae
VLPIANVS

AEMILIANVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License