DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 10

Paragraph
66

πίομαι δὲ ἄνευ τοῦ υ λεκτέον, ἐκτείνοντας δὲ τὸ ι. οὕτω γὰρ ἔχει καὶ τὸ Ὁμηρικόν· πιόμενʼ ἐκ βοτάνης. καὶ Ἀριστοφάνης Ἱππεῦσιν· οὔποτʼ ἐκ ταὐτοῦ μεθʼ ἡμῶν πίεται ποτηρίου. καὶ ἐν ἄλλοις· πικρότατον οἶνον τήμερον πίει τάχα. ὡς ἀπὸ τοῦ πιοῦμαι ἐνίοτε δὲ καὶ συστέλλουσι τὸ ι, ὡς Πλάτων ἐν Ταῖς ἀφʼ ἱερῶν· οὐδʼ ὅστις αὐτῆς ἐκπίεται τὰ χρήματα. καὶ ἐν Σύρφακι· καὶ πίεσθʼ ὕδωρ πολύ. πίε δὲ δισυλλάβως Μένανδρος ἐν Ἐγχειριδίῳ· πίε. Β. πιεῖν ἀναγκάσω τὴν ἱερόσυλον πρῶτα. καὶ τῆ πίε· καὶ πῖνε καὶ σὺ οὖν, ἑταῖρε, κατὰ τὸν Ἄλεξιν, ὃς ἐν Διδύμοις φησί· τούτῳ πρόπιθʼ, ἵνα καὐτὸς ἄλλῳ καὶ γένηται παρʼ Ἀνακρέοντι καλουμένη ἐπίστιος. φησὶ γὰρ μελοποιός· μηδʼ ὥστε κῦμα πόντιον λάλαζε, τῇ πολυκρότῃ σὺν Γαστροδώρῃ καταχύδην πίνουσα τὴν ἐπίστιον. τοῦτο δʼ ἡμεῖς ἀνίσωμά φαμεν.
Kaibel Dialogi Personae
VLPIANVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License