DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 10

Paragraph
65

μετὰ ταῦτα Οὐλπιανὸς προπιών τινι τῶν ἑταίρων ἔφη· ἀλλὰ κατὰ τὸν Ἀντιφάνην, φιλότης ὃς ἐν Ἀγροίκοις φησίν· ὅλην μύσας ἔκπινε. Β. μέγα τὸ φορτίον. Α. οὐχ ὅστις αὐτῆς ἐστιν ἐμπείρως ἔχων, πῖθι οὖν, ἑταῖρε. καὶ μὴ μεστὰς ἀεὶ ἕλκωμεν, αὐτός φησιν Ἀντιφάνης ἐν τῷ Τραυματίᾳ ἀλλὰ καὶ λογίσκος εἰς μέσον παταξάτω τις καί τι καὶ μελίσκιον, στροφὴ λόγων παρελθέτω τις. ἡδύ τοι ἐστὶν μεταβολὴ παντὸς ἔργου πλὴν ἑνός .... παραδίδου δʼ ἑξῆς ἐμοὶ τὸν ἀρκεσίγυιον, ὡς ἔφασκʼ Εὐριπίδης. Β. Εὐριπίδης γὰρ τοῦτʼ ἔφασκεν; Α. ἀλλὰ τίς; Β. Φιλόξενος δήπουθεν. Α. οὐθὲν διαφέρει, ʼτάν· ἐλέγχεις μʼ ἕνεκα συλλαβῆς μιᾶς. καὶ ὃς τὸ δὲ πῖθι τίς εἴρηκεν; ἀπεσκοτώθης, φίλτατε, ἔφη Οὐλπιανός, σπάσας οἴνου τοσοῦτον. παρὰ Κρατίνῳ ἔχεις ἐν Ὀδυσσεῦσι· τῆ νῦν τόδε πῖθι λαβὼν ἤδη καὶ τοὔνομά μʼ εὐθὺς ἐρώτα. καὶ Ἀντιφάνης ἐν Μύστιδι· σὺ δʼ ἀλλὰ πῖθι. Β. τοῦτο μέν σοι πείσομαι· καὶ γὰρ ἐπαγωγόν, θεοί, τὸ σχῆμά πως τῆς κύλικός ἐστιν ἄξιόν τε τοῦ κλέους τοῦ τῆς ἑορτῆς. οὗ μὲν ἦμεν ἄρτι γὰρ ἐξ ὀξυβαφίων κεραμεῶν ἐπίνομεν· τούτῳ δέ, τέκνον, πολλὰ κἀγάθʼ οἱ θεοὶ τῷ δημιουργῷ δοῖεν ὃς ἐποίησέ σε, τῆς συμμετρίας καὶ τῆς ἀφελείας οὕνεκα. καὶ Δίφιλος ἐν Βαλανείῳ· ἔγχεον μεστήν· τὸ θνητὸν περικάλυπτε τῷ θεῷ. πῖθι· ταῦτα γὰρ παρʼ ἡμῶν Διὸς ἑταιρείου, πάτερ. Ἀμειψίας Σφενδόνῃ· λαγὸν ταράξας πῖθι τὸν θαλάσσιον. Μένανδρος Αὐλητρίσι· ἐλλέβορον ἤδη πώποτʼ ἔπιες, Σωσία; ΣΩ. ἅπαξ. Α. πάλιν νυν πῖθι· μαίνει γὰρ κακῶς.
Kaibel Dialogi Personae
VLPIANVS
ANONYMI

PONTIANVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License