DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 10

Paragraph
62

τὸ γὰρ παροινεῖν ἐκ τοῦ μεθύειν γίνεται· διὸ καὶ Ἀντιφάνης ἐν Ἀρκαδίᾳ φησίν οὔτε γὰρ νήφοντα δεῖ οὐδαμοῦ, πάτερ, παροινεῖν, οὔθʼ ὅταν πίνειν δέῃ νοῦν ἔχειν. ὅστις δὲ μεῖζον κατʼ ἄνθρωπον φρονεῖ, μικρῷ πεποιθὼς ἀθλίῳ νομίσματι εἰς ἄφοδον ἐλθὼν ὅμοιον πᾶσιν αὑτὸν ὄψεται ... ἂν σκοπῇ τὰ τῶν ἰατρῶν τοῦ βίου τεκμήρια τὰς φλέβας θʼ ὅποι φέρονται, τὰς ἄνω καὶ τὰς κάτω τεταμένας, διʼ ὧν θνητὸς πᾶς κυβερνᾶται βίος. ἐν δὲ Αἰόλῳ διαβάλλων ὅσα δεινὰ πράττουσιν οἱ πλέον πίνοντές φησι· Μακαρεὺς ἔρωτι τῶν ὁμοσπόρων μιᾶς πληγεὶς τέως μὲν ἐπεκράτει τῆς συμφορᾶς κατεῖχέ θʼ αὑτόν· εἶτα παραλαβών ποτε οἶνον στρατηγόν, ὃς μόνος θνητῶν ἄγει τὴν τόλμαν εἰς τὸ πρόσθε τῆς εὐβουλίας, νύκτωρ ἀναστὰς ἔτυχεν ὧν ἠβούλετο. καλῶς οὖν ἄρα καὶ Ἀριστοφάνης Ἀφροδίτης γάλα τὸν οἶνον ἔφη εἰπών· ἡδύς γε πίνειν οἶνος Ἀφροδίτης γάλα, ὃν πολὺν σπῶντες ἔνιοι παρανόμων ἀφροδισίων ὄρεξιν λαμβάνουσιν.
Kaibel Dialogi Personae
PONTIANVS

Meineke Index Scriptorum
Antiphanes

Aristophanes
Hegesander

Alignment

 

Digital Athenaeus Project     Creative Commons License