DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 10

Paragraph
6

ταῦτʼ εἴληφεν Εὐριπίδης ἐκ τῶν τοῦ Κολοφωνίου ἐλεγείων Ξενοφάνους οὕτως εἰρηκότος· ἀλλʼ εἰ μὲν ταχυτῆτι ποδῶν νίκην τις ἄροιτο πενταθλεύων, ἔνθα Διὸς τέμενος πὰρ Πίσαο ῥοῇσʼ ἐν Ὀλυμπίῃ, εἴτε παλαίων καὶ πυκτοσύνην ἀλγινόεσσαν ἔχων, εἴτε τὸ δεινὸν ἄεθλον παγκράτιον καλέουσιν, ἀστοῖσίν κʼ εἴη κυδρότερος προσορᾶν καί κε προεδρίην φανερὴν ἐν ἀγῶσιν ἄροιτο καί κεν σίτησιν δημοσίων κτεάνων ἐκ πόλεως καὶ δῶρον οἱ κειμήλιον εἴη· εἴτε καὶ ἵπποισιν, ταῦτά κε πάντα λάχοι, οὐκ ἐὼν ἄξιος ὥσπερ ἐγώ. ῥώμης γὰρ ἀμείνων ἀνδρῶν ἠδʼ ἵππων ἡμετέρη σοφίη. ἀλλʼ εἰκῇ μάλα τοῦτο νομίζεται, οὐδὲ δίκαιον προκρίνειν ῥώμην τῆς ἀγαθῆς σοφίης. οὔτε γὰρ εἰ πύκτης ἀγαθὸς λαοῖσι μετείη οὔτʼ εἰ πενταθλεῖν οὔτε παλαισμοσύνην, οὐδὲ μὲν εἰ ταχυτῆτι ποδῶν, τόπερ ἐστὶ πρότιμον ῥώμης ὅσσʼ ἀνδρῶν ἔργʼ ἐν ἀγῶνι πέλει, τοὔνεκεν ἂν δὴ μᾶλλον ἐν εὐνομίῃ πόλις εἴη. σμικρὸν δʼ ἄν τι πόλει χάρμα γένοιτʼ ἐπὶ τῷ, εἴ τις ἀεθλεύων νικῷ Πίσαο παρʼ ὄχθας· οὐ γὰρ πιαίνει ταῦτα μυχοὺς πόλεως. πολλὰ δὲ καὶ ἄλλα Ξενοφάνης κατὰ τὴν ἑαυτοῦ σοφίαν ἐπαγωνίζεται, διαβάλλων ὡς ἄχρηστον καὶ ἀλυσιτελὲς τὸ τῆς ἀθλήσεως εἶδος. καὶ Ἀχαιὸς δὲ Ἐρετριεὺς περὶ τῆς εὐεξίας τῶν ἀθλητῶν διηγούμενός φησι· γυμνοὶ γὰρ ὤθουν, φαιδίμους βραχίονας ἥβῃ σφριγῶντες ἐμπορεύονται, νέῳ στίλβοντες ἄνθει καρτερὰς ἐπωμίδας· ἄδην δʼ ἐλαίου στέρνα καὶ ποδῶν κύτος χρίουσιν ὡς ἔχοντες οἴκοθεν τρυφήν.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License