DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 10

Paragraph
59

καὶ ὅλα δὲ ἔθνη περὶ μέθας διατρίβοντα μνήμης ἠξίωται. Βαίτων γοῦν Ἀλεξάνδρου βηματιστὴς ἐν τῷ ἐπιγραφομένῳ Σταθμοὶ τῆς Ἀλεξάνδρου πορείας καὶ Ἀμύντας ἐν τοῖς Σταθμοῖς τὸ τῶν Ταπύρων ἔθνος φησὶν οὕτω φίλοινον εἶναι ὡς καὶ ἀλείμματι ἄλλῳ μηδενὶ χρῆσθαι τῷ οἴνῳ. τὰ δʼ αὐτὰ ἱστορεῖ καὶ Κτησίας ἐν τῷ περὶ τῶν κατὰ τὴν Ἀσίαν φόρων οὗτος δὲ καὶ δικαιοτάτους αὐτοὺς λέγει εἶναι. Ἁρμόδιος δὲ Λεπρεάτης ἐν τῷ περὶ τῶν παρὰ Φιγαλεῦσι νομίμων φιλοπότας φησὶ γενέσθαι Φιγαλεῖς Μεσσηνίοις ἀστυγείτονας ὄντας καὶ ἀποδημεῖν ἐθισθέντας. Φύλαρχος δʼ ἐν ἕκτῃ Βυζαντίους οἰνόφλυγας ὄντας ἐν τοῖς καπηλείοις οἰκεῖν, ἐκμισθώσαντας τοὺς ἑαυτῶν θαλάμους μετὰ τῶν γυναικῶν τοῖς ξένοις, πολεμίας σάλπιγγος οὐδὲ ἐν ὕπνοις ὑπομένοντας ἀκοῦσαι. διὸ καὶ πολεμουμένων ποτὲ αὐτῶν καὶ οὐ προσκαρτερούντων τοῖς τείχεσι Λεωνίδης στρατηγὸς ἐκέλευσε τὰ καπηλεῖα ἐπὶ τῶν τειχῶν σκηνοπηγεῖν, καὶ μόλις ποτὲ ἐπαύσαντο λιποτακτοῦντες, ὥς φησι Δάμων ἐν τῷ περὶ Βυζαντίου· Μένανδρος δʼ ἐν Ἀρρηφόρῳ Αὐλητρίδι· πάντας μεθύσους τοὺς ἐμπόρους ποεῖ τὸ Βυζάντιον. ὅλην ἐπίνομεν τὴν νύκτα διὰ σὲ καὶ σφόδρʼ ἄκρατον, μοὶ δοκῶ· ἀνίσταμαι γοῦν τέτταρας κεφαλὰς ἔχων. κωμῳδοῦνται δὲ ὡς μέθυσοι Ἀργεῖοι μὲν καὶ Τιρύνθιοι ὑπὸ Ἐφίππου ἐν Βουσίριδι ποιεῖ δὲ τὸν Ἡρακλέα λέγοντα· οὐκ οἶσθά μʼ ὄντα, πρὸς θεῶν, Τιρύνθιον Ἀργεῖον; οἳ μεθύοντες αἰεὶ τὰς μάχας πάσας μάχονται. Β. τοιγαροῦν φεύγουσʼ ἀεί. Μιλησίους δʼ Εὔβουλος ἐν Κατακολλωμένῳ ὑβριστὰς εἶναί φησι μεθυσθέντας Πολέμων δὲ ἐν τῷ περὶ τῶν κατὰ πόλεις ἐπιγραμμάτων περὶ Ἠλείων λέγων παρατίθεται τόδε τὸ ἐπίγραμμα· Ἦλις καὶ μεθύει καὶ ψεύδεται· οἷος ἑκάστου οἶκος, τοιαύτη καὶ συνάπασα πόλις.
Kaibel Dialogi Personae
DEMOCRITVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License